Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

490. ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα] τὸ τῆς ὀρφανίας ἦμαρ τῶν [*](AB=) ἡλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα. ἔνιοι δὲ διεσταλμένως “πᾶν,” εἶτα “ἀφήλικα,” ἵνʼ ᾖ πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.

491. πάντα δʼ ὑπεμνήμυκε] πάντα αὐτῷ καταπέπτωκε καὶ [*](AB=) κατακέκλιται, παρὰ τὸ ἠμύω ἐμήμυκα, καὶ περισσὸν τὸ ν. ἢ πάντα αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν. §. οὐδετέρως δὲ τὰ “παρειά.”

[*](A+B=)

494. κοτύλην] εἶδος ποτηρίου, οἳ δὲ τὸ κοῖλον τῆς χειρός.

[*](A+B=)

495. ὑπερῴην] ὁ Παριαν⌈ο⌋ς τὰ οὖλα· ἀπὸ μέρους δὲ τὸ〈ὅλον⟩ στόμα.

[*](B +)

496. ἀμφιθαλής] ὁ ἐπʼ ἀμφοῖν εὐδαίμων· καὶ γὰρ “θαλίῃ ἐνὶ [*](B +) πολλῇ” (Il. 9. 143) τῇ εὐδαιμονίᾳ.

497. πεπληγώς] ἀντὶ τοῦ πλήσσων.

[*](A=)

*ἐνίσσων] ἄμεινον “ἐνίπτων.”

500. Ἀστυάναξ] τὸ ἀπὸ τῆς εὐδαιμονίας αὐτῷ συμβὰν ὄνομα [*](B-) λέγουσα πλέον οἰκτίζεται· καὶ ἐπαναλαμβάνει αὐτό (506).

501. μυελόν] ἐσήμανεν οἵοις καὶ ὅσοις δεῖ τιθηνεῖσθαι τοὺς παῖδας. [*](B=) εὖ δὲ τὸ ἁβροδίαιτον ἐδήλωσε μονογενοῦς καὶ βασιλικοῦ παιδός.

502. νηπιαχεύων] παραγωγόν ἐστι τὸ ῥῆμα παρὰ τὸ νηπίαχος, [*](A=) ἐς ἵππος ἱππεύω.

503. ἐν ἀγκαλίδεσσι] ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν [*](AB=) σύμμετρον· ἢ ὡς τῆς τροφοῦ συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν ὁμοίως τῇ βραχύτητι τοῦ παιδός.

504. θαλέων] ἡδυσμάτων.

[*]( B~)

505. πάθῃσι] πάθοι.

[*](A+)

507. ἔρυσο] συνεῖχες.

509. αἰόλαι] εὐκίνητοι. πιθανῶς δὲ ἀνέστρεψεν ἐπὶ τοὺς ὀδυρμούς, [*](B=) ἀφʼ ὦν καὶ τὴν εἰσβολὴν πεποίηται.

511. λεπτά τε καὶ χαρίεντα] οὐ τὴν ταλασίαν ἑαυτῆς ἀλλὰ [*](B=) τὴν δυστυχίαν Ἕκτορος ἐμφαίνει, διʼ αὐτὸν οὕτως ἐπιμελῶς ἐργασαμένη.

512. ἀλλʼ ἤτοι τάδε πάντα] παθητικὰ ταῦτα καὶ βιωτικά· συνα- [*](B-) φανίζουσι γὰρ τοῖς τεθνεῶσι τὰ κάλλιστα, εἰς ἑτέρων ἥκειν αὐτὰ [*](3. ἀμφηλικιωτῶν B, ἀφηλικιωτῶν ‖ 6. ὑπεμνήμυκε B: ὑπεμήνυκε ‖ 7. ἐμή- μυκα B: ἐμήνυκε ‖ 10. scil. Neoptolemus| supplevi 〈ὅλον ⟩ ex B ‖ 25. πάθησι scripsi: ἀπὸ πατρός ‖ πάθοι W ex A: -ος ‖ cf. ad p. 404, 11 ‖ 27. ὀδυρμοὺς B: ὀδυρομένους)

404
χρῆσιν φυλασσόμενοι· ἔστιν οὖν “ἀλλʼ ἦ τοι” “ἀλλὰ ὄντως σοι.’ ἢ ἐγῶ μὲν φλέξω, σοὶ δὲ οὐκ ὄφελος· διὸ ψιλώσομεν τὸ “οὐδέν” (513). ὡς περισσοῦ ὄντος τοῦ ἕν· ὃ καὶ ἄμεινον.

513. 〈ἐγ〉κείσεαι] κείσεαι κείσῃ. §. ἐνετίθετο γὰρ τὰ σώματα τοῖς ἱματίοις, ὡς ἀπὸ Λαέρτου (Od. 2. 99 al.) καὶ Ἕκτορος (Il. 24. 720) δῆλον· ἔστι δὲ γυναικεῖον, ὡς τότε 〈ἂν⟩ ὠφελίμου οὔσης τῆς ἐσθῆτος, εἰ συνέκειτο αὐτοῖς.

[*](A-)

1. πτόλιν] Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις· κεῖται δὲ καὶ παρὰ κωμικῷ Ἀναξανδρίδῃ ἐν Σωσίππῳ (fr. 44 K.).

ὅτι τὸ πτόλις καὶ παρὰ κωμικοῖς.

[*](AB=)

2. νῆας] τὸν τόπον τῶν νηῶν.

[*](B=)

Ἑλλήσποντον] τὴν μέχρι Σιγείου θάλασσαν.

[*](B=)

3. * ἐσκίδναντο] ἀπʼ ἀλλήλων ἐχωρίζοντο.

[*](A+B=)