Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

29. τάφον] ἰδίως νῦν ἐπὶ τοῦ μὴ ταφέντος· φησὶ γοῦν “ χεύαντες [*](B~) δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα” (257) καὶ ἐπʼ Αἰγίσθου “ δαίνυ τάφον Ἀργείοισιν — αὐτῆμαρ δέ οἱ ἦλθεν” (Od. 3. 309,11)· εἰ δὲ εὑρήκει αὐτόν, οὐκ ἂν εἴασε ταφῆναι· φησὶ γοῦν “τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν” (ib. 258), εἰ μὴ τὸ “δαίνυ” ἀντὶ τοῦ παρεσκεύαζεν. Κύπριοι δὲ “τάφον” τὸν φόνον· “πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησα⟨ς⟩” (Od. 24. 87). ὅ ἐστι φόνῳ.

[*](4. γόου ‖ 15. lemma ἀδινοῦ γόου (17) omisi et v. 2: scholion adscripsi ‖ 16. τε W : ῑ ‖ 17. ἄλλοσε alt. B ‖ 19. δετο post μήδετο omisi ‖ 31. τῷ καὶ)
406
[*](B=)

30. πολλοί] ἡ ἐπανάληψις τοῦ “πολλοί” (31) τὸ πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον.

[*](B-)

βόες ἀργοί] ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλʼ οὐ θύεται λευκὸν τοῖς τεθνεῶσιν· δῆλον ἐκ τοῦ “ἐνθ᾿ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν” (Od. 10. 527) καὶ “ὄιν ἱερευσέμεν οἴῳ παμμέλανα” (ib. 524). ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν. ἢ ὅτι οὐ τῷ Πατρόκλῳ, ἀλλʼ εἰς τὸ δεῖπνον τῶν ζώντων τοὺς βόας ἔθυον. ἢ ἀργῶς, ὅ ἐστι ταχέως, ὡς “ταχέες δʼ ίππῆες ἄγερθεν” (287). τινὲς δὲ “ἀργοί” συνεχεῖς, ταχεῖς, ἀδιάλειπτοι· ἢ “ἀργῷ—σιδήρῳ” τῷ πολιῷ.

[*](B-)

ἄλλως: ὀρέχθεον] κατὰ μίμησιν ἤχου τραχέος πεποίηται τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι. ἢ ἐξετείνοντο ἀποθνήσκοντες, ὡς τὸ “κεῖτο μέγας μεγαλωστί” (Il. 16. 776).

30, 1. σιδήρῳ σφαζόμενοι] τινὲς ἀθετοῦσιν ὡς οὐκ ὄντος σιδήρου τότε· τί οὖν φασι “πολιόν τε σίδηρον ” (Il. 9. 366).

[*](B=)

31. μηκάδες] οὐκέτι ὀρέχθεον, ἀλλʼ ‘ἐμήκαζον.’

33. εὑόμενοι τανύοντο] ἀντὶ τοῦ τὴν πιμελὴν ἐτήκοντο.

[*](B-)

ἄλλως: εὑόμενοι 〈τανύοντο⟩] εὕειν τὸ τὰς τρίχας ἀποκαίειν. “εὗσε—μίστυ〈λ〉λέν τε ” (Od. 14. 75). ‘šἐκτεταμένοι ὠπτῶντο.’

[*](B=)

34. ἀμφὶ νέκυν —ἔρρεεν] οὐχ ὅτι ἥπτετο τοῦ νεκροῦ —κεῖται γὰρ ἐν τοῖς λέχεσιν—ἀλλὰ περὶ αὐτόν.

[*](B +)

κοτυλήρυτον] δαψιλές, κοτύλῃ ἀρυόμενον. καθόλου δὲ κοτύλας ἐκάλουν τὰ κοῖλα· καὶ Αἰσχύλος ἐν Ἡδωνοῖς (fr. 56 N.) τὰ κύμβαλα—“ὃ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.” ἔστι δὲ καὶ ὄνομα ποτηρίου ἡ κοτύλη—“κοτύλην τις τυτθὸν ἐπέσχεν” (Il. 22. 494) “κοτύλην καὶ πύρνον” (Od. 15. 312) —καὶ τὸ περὶ τὸν μηρὸν καὶ τὸ τῶν πολυπόδων καὶ τὸ κοῖλον τῆς χειρός· καὶ παιδιὰ δέ τις ἐν κοτύλῃ λέγεται, ἐπειδὰν τὰς χεῖρας κοιλάναντες εἰς τοὐπίσω δεχώμεθά τινα ἐπιβεβηκότα μὲν τοῖς γόνασιν αὑτοῦ, ταῖς δὲ χερσὶ τοὺς ὀφθαλμοὺς κατειληφότα· ταύτην δὲ οἳ μὲν ἐπιδιφρισμὸν καλοῦσιν, οἳ δὲ κρικαδίαν, οἳ δὲ ἀπόρραξιν· καὶ κοτυλίσ- κον κρατῆρα, ὃν στέφοντες παρατιθέασι Διὶ ἐν ταῖς θυσίαις.

[*](4. λευκὰ B ‖ ῥέξειν ut B ‖ 6. παμμέλανα B: παμμέλαιναν ‖ 9. ἀδιάλειπτον ‖ 15. φασὶ W: φησὶ ‖ 16. iteratur schol. ὀρέχθεον] ἀλλʼ ἐμήκαζον ‖ 19. ἐκτεταμένοι ὠπτῶντο scripsi, cf. D ἀντὶ τοῦ τανυόμενοι εὕοντο ἥγουν τεινόμενοι ἐφλέγοντο: ἐκτεταμένῳ οἰωπίωντο ‖ 24. ὀτοβεῖ Eust.: ἠχεῖ B, στοβεῖ ‖ 26. πύρνον καὶ κοτύλην ut B ‖ 27. καὶ αἱ τ. π. φολίδες B ‖ 28. ἐγκοτύλη Pau- sanias ap. Eust. alii ‖ 29. δεχόμεθα ‖ καὶ post τινὰ omisi)
407

ἄλλως: κοτυλήρυτον] παρὰ τὸ ἀρύσω ἀρυτός κοτυλάρυτος.

[*](B=)

36. εἰς Ἀγαμέμνονα δῖον] ἀντὶ τοῦ πρός.

[*](A+B=)

37. σπουδῇ] μόγις. §. παροξυτόνως δὲ τὸ “ πεπιθόντες·” ἔστι γὰρ [*](B=) δευτέρου ἀορίστου.

[*](AB=)

χωόμενον] συγκεχυμένον.

[*](B+)

39. κέλευσαν] “κέλευσαν ” πληθυντικῶς, οἱ βασιλεῖς ἐκέλευσαν· [*](A=B ~) οὕτως Ἀρίσταρχος.

40. ἀμφὶ πυρὶ στῆσαι] φιλικῶς ἄγαν· προειλήφασι μὲν γάρ, [*](B=) ὅτι οὐκ ἐθελήσει, παρασκευάζονται δὲ ὅμως. τοῦτο δὲ δηλοῖ διὰ τοῦ “ εἰ πεπίθοιεν.”

41. βρότον] τὸ ἀπὸ φόνου αἷμα· οἳ δὲ τὸν πηλόν.

[*](B~)

42. ἠρνεῖτο] παρὰ τὸ αἴρειν τὰς χεῖρας.

στερεῶς] ἀνενδεῶς.

43. οὐ μὰ Ζῆν᾿] ὅτι τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ ἔθηκεν.

[*](AB=)

ὕπατος καὶ ἄριστος] δυνάμει καὶ τιμῇ τῶν ἄλλων προὔχων θεῶν.

[*](B=)

44. καρήατος] ἀπὸ τῆς καρῆαρ, ὡς ἥπατος.

ἄλλως: καρήατος] λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστοργοι [*](B=) νομίζουσι τὴν τοῦ σώματος ἐπιμέλειαν προτιθέντες τῆς κηδείας.

48. πειθώμεθα] ἄκρως διὰ τοῦ “πειθώμεθα τὸ πρὸς βίαν δείκνυσιν.

[*](B=)

ἄλλως: πειθώμεθα] οὐ “τερπώμεθα.”

[*](A=)

50. παρά τε σχεῖν ὡς ἐπιεικές] παρασχεῖν ὡς ἁρμόζει καὶ [*](B=) καθήκει.

53. θᾶσσον ἀπʼ ὀφθαλμῶν] ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς [*](AB=) ὄψεως ἡμῶν γένηται.

ἐπὶ ἔργα τράπωνται] ὡς ἐπὶ τιμῇ τοῦ νεκροῦ ἀργίας κατεχούσης [*](B=) τό στράτευμα.

55. ἐσσυμένως] οὐ παρέλκει νῦν τὸ “ἐσσυμένως,” ἀλλʼ ἑσπέρας [*](B=) οὔσης καὶ κομίσαι τὴν ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀποσιωπᾷ δὲ τὴν περὶ τὸ δεῖπνον διάθεσιν· ἐν πένθει γὰρ καὶ κατηφείᾳ τὰ πράγματα.

δόρπον ἐφοπλίσ〈σ〉αντες] οὐχ οἱ Μυρμιδόνες· τούτοις γὰρ τὸν [*](B~) τάφον ἐδαίνυ.

59. ἐπὶ θινί] πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα [*](AB=) [*](7. Ἡρωδιανὸς B ‖ 12. χεῖρας Et. M. s. v.: τρίχας ut B ‖ 14. ὅτι A: ἔτι ‖ 15. τῶν post πρ. omisi ut B ‖ 17. λείπει B: λόγσυ ‖ 19. πρὸς B: παρὰ ‖ 22. καθῆκεν ‖ 25. τιμὴ)

408
δὲ καὶ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.

61. κλύζεσκον] τινὲς ἐπέκλυζον.

[*](A=)