Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

63. νήδυμος] ὅτι μετὰ τοῦ ν ἡ λέξις.

μάλα γὰρ κάμε] δικαίως οὖν προῳκονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον ἐνέγκῃ· πῶς γὰρ ἂν ὁ ἄφροντις οὕτω βαθεῖ ἐβλήθη ὕπνῳ:

64. Ἕκτορʼ ἐπαίσσων] τὸ πλῆρες ἐπὶ Ἕκτορι, ὡς “Κίρκῃ ἐπήιξα” (Od. 10. 322).

[*](B=)

65. ἦλθε δʼ ἐπὶ ψυχή] πιθανὴ ἡ περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλ- λέως θρήνους ἐξεῦρέ τι καινότερον καὶ τῷ τετελευτηκότι λόγους περιτίθησι διὰ τοῦ ὀνείρου.

[*](A=B-)

66. καὶ ὄμματα κάλʼ εἰκυῖα] ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν. Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματός φησιν αὐτὰς σφαιροειδεῖς γενέσθαι.

[*](AB=)

67. καὶ φωνήν] ἄκρως ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος.

[*](B=)

69. εὕδεις] πλήρης φιλοστοργίας ὁ λόγος καὶ ἠθικῆς μέμψεως.

[*](B-)

αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ] “λελασμένος” δὲ ὑπάρχεις ἀντὶ τοῦ 〈ἐπι〉λέλησαι, ὡς “ληρεῖς ἔχων” (Aristoph. Ran. 512).

[*](B=)

70. οὐ μέν μευ ζώοντος] περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν ἐπιμέλειαν καὶ νῦν ἐπὶ τὰ ἴσα προτρέπεται.

71. πύλας Ἀίδαο] ‘πύλας Ἅιδου’ τὸν Ἀχέροντα· ἐκεῖ γάρ εἰσιν αἱ τῶν κολαζομένων ψυχαί, οὗ τοὺς περὶ Τιτυὸν εἶδεν Ὀδυσσεύς (Od. 11. 576). ὁμοίως καὶ Ὅμηρος ἐκεῖνο Ἅιδην καλεῖ· ἴσως δὲ πρὸς τὸ πεῖσαι φαντάζει· πῶς γὰρ ἄταφοι 〈οἱ⟩ μνηστῆρες διαβαίνουσιν (Od. 24. 9);

72. τῆλέ με 〈ἔργουσιν⟩] ἀπόλυτος ἡ “μέ.”

εἴδωλα καμόντων] ὥρισε τί ἐστι ψυχή.

73. οὐδέ με] οἶδε γὰρ ἑαυτὸν αὐτίκα θανούμενον.

[*](B=)

74. εὐρυπυλές] τὸ πᾶσιν ἡπλωμένον.

[*](A+)

75. καί μοι δὸς τὴν χεἶῤ, ὀλοφύρομαι] λείπει τὸ ἵνα.

75, 6. οὐ γὰρ ἔτʼ αὖτις νείσομαι] οὐκ ἐλεύσομαί σοι εἰς ὄψιν· [*](6. οὕτως ἔμφροντις B2 ‖ 7. βαθεῖ B2: -έως ‖ 8, 9. Κίρκη ἐπήιξεν ‖ 12. περιτίθησι B: περιθεὶς ‖ 20. supplevi ex B ‖ 27. suppl. W ‖ 32. ἐφηπλω- μένον B)

409
οὐδέποτε γὰρ κηδευθεῖσα ψυχὴ παῤ αὐτῷ φαντάζεται· ἴσως δὲ τοῦτο ποιεῖ, τοὺς ἐναγισμοὺς τῶν πολλῶν ἀποτρέπων.

78. βουλὰς—βουλεύσομεν] γενναίως οὐδενὸς τῶν ἡδέων ἐμνήσθη, [*](B=) ἀλλʼ ἐν οἷς περὶ τῶν συμφερόντων ἐβουλεύοντο.

79. ἀμφέχανε] κατέπιεν· “εἰ δʼ ἄμ〈μ〉ε χάνοι περὶ πάντας [*](B+) ὄλεθρος” ἀντὶ τοῦ καταπίοι.

λάχε] ὅθεν μία τῶν Μοιρῶν Λάχεσις· παρείληφε δὲ ὅτι τῇ [*](A=) γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός· ὅθεν Ζηνό- δοτος ὁ Κρατήτ〈ε〉ιος Χαλδαῖον τὸν Ὅμηρόν φησιν.

80. καὶ δὲ σοὶ αὐτῷ] εὐαγγελίζεται αὐτῷ μετʼ οὐ πολὺ συνέσε- [*](B=) σθαι αὑτῷ, ὅπως μὴ ἀμελῇ τῆς κηδείας.

81. εὐηγενέων] τῶν καλοὺς ἀγροὺς ἐχόντων· οἳ δὲ “ε〈ὐ〉η- [*](A+B =) φενέων” παρὰ τὸ ἄφενος, εὖ τῷ ἀφένῳ χρωμένων.

82. καὶ ἐφήσομαι] ὅθεν Ἀχιλλεύς φησι “καί μοι—ἕκαστʼ ἐπετέλλεαι ” (95).

83. μὴ ἐμὰ σῶν ἀπάνευθε] εἶτα ἐπιφέρει “ἀλλʼ ὁμοῦ” (84). ἐμφαίνεται δὲ ἦθος τοῦ ἄγαν ἐπιθυμοῦντος διὰ τοῦ σαφέστερον τὴν ἐπιθυμίαν ἐπαναλαβεῖν.

τιθήμεναι] Λάκωνες τὸ θάπτειν “ τιθήμεναι” φασίν.

86. ἀνδροκτασίης] καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν, ὃν 〈οἳ⟩ [*](AB+) μὲν Κλεισώνυμον, οἳ δὲ Αἰανῆ, οἳ δὲ Λύσανδρον καλεῖσθαι· ἀπέκτεινε δὲ αὐτὸν παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ, ὥς φησιν Ἀλέξανδρος ὁ Αἰτωλὸς ἐν Ἀστραγαλισταῖς (p. 635 N.).