Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. προχέοντο] ὡς ἐπὶ τῶν προβάτων “ἐπʼ ἀλλήλῃσι κέχυνται” (Il. 141). §. εἰ δὲ Ἥρα ὁ ἀὴρ κατὰ τοὺς φυσικούς, πῶς τοῖς μὲν ἐπιχεῖται, τοῖς δὲ οὔ; ἀλλὰ καὶ Ἀθηνᾶ “ἀχλὺν θεσπεσίην κατέ- χευε” (Od. 7. 41, 2) τῷ Ὀδυσσεῖ, καὶ Ποσειδῶν τῲ Ἀχιλλεῖ ἀχλὺν ἐπέχει (Il. 20. 321)· ὥστε οὖν ἐκπεσόντας τῆς πόλεως ἐμπεσεῖν τῷ ποταμῷ, τοῦτο ποιεῖ ἡ Ἥρα.

[*](B-)

πεφυζότες] δειλιῶντες· “θεσπεσίη ἔχε φύζα (Il. 9. 2), ἀντὶ τοῦ δειλία.

[*](B-)

7. πίτνα] ἐξέτεινε, ʼπιτνὰς εἰς ἐμὲ χεῖρας” (Od. 11. 392).

[*](B=)

3. * εἰλεῦντο] συνωθοῦντο.

[*](B=)

9. ἐν δʼ ἔπεσον] οὐκ εἶπεν ἐνέβησαν, ἀλλ᾿ “ἐνέπεσον” τὸ ἀκού- σιον τῆς φυγῆς θέλων σημᾶναι.

[*](B -)

πατάγῳ] πάταγος ψόφος ἐκ τριῶν μιγνύμενος, ὅπλων, βοῆς, ὕδατος. καὶ Θουκυδίδης (7. 84) “〈ὡς δὲ γίγνονται〉 ἐπὶ αὐτῷ, ἐμπίπτουσιν οὐδενὶ κκόσμῳ.”

ἄλλως: πατάγῳ—βράχε—ἴαχον—ἀλαλητῷ] πάντα ταῦτα συν- ήγαγε πρὸς ἔμφασιν.

[*](B +)