Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. πόρον ἷξον] τὸν πορευτὸν αὐτοῦ τόπον, οἳ δὲ τὸν ῥοῦν, οἱ δὲ πόρον [*](A+ B=) Ξάνθου κατὰ περίφρασιν τὸν Ξάνθον. §. Ἀριστοφάνης γράφει “ῥόον.” [*](A=) ἐυρρεῖος] ἀπὸ τοῦ εὐρύς, καὶ κατʼ ἐπένθεσιν τοῦ ῑ· ἢ ἀπὸ τοῦ εὐρέης εὐρέ〈ε〉ος, καὶ κράσει.

2. Ξάνθου δινήεντος] “Ξάνθος” ὅτι ξανθὰς ποιεῖ τὰς τρίχας, [*](B=) “δινήεντος” δὲ τοῦ περιφερῆ ῥεύματα ἔχοντος.

ὃν ἀθάνατος τέκετο Ζεύς] πῶς ὕστερον μέν φησιν ἐπὶ τοῦ [*](B=) Ὠκεανοῦ “ἐξ οὗ περ πάντες ποταμοί” (190), νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ: ῥητέον δὲ ὅτι τοῦ μὲν θεοῦ πατὴρ ὁ Ζεύς, τοῦ δὲ ῥεύματος χορηγὸς ὁ Ὠκεανός· “ἐξ οὗ περ πάντες ποταμοί” (196)· “πατὴρ ἀνδρῶν τε θεῶν τε.” διὰ δὲ τὸ πλέον χειμάρρουν εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησιν· φησὶ γοῦν “ὀρόθυνον ἐναύλους” (312)· “ὅν ῥα τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα” (283).

ἄλλως: ὃν ἀθάνατος τέκετο Ζεύς] ὡς “υἱὸς Πειριθόοιο, τὸν [*](A +) ἀθάνατος τέκετο Ζεύς” (Il. 2. 741), καἰ “ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ” (Il. 15. 85).

3. ἔνθα διατμήξας] θαυμαστήν τινα τὴν φαντασίαν ὑποτίθεται, [*](B +) ὑφ᾿ ἑνὸς τοσαύτας μυριάδας ἀνδρῶν διαιρεθῆναι, καὶ μεταξὺ τῶν δυεῖν αὐτὸν τάξεων εἶναι ἀπονειμάμενον αὐτῶν τὴν ἑτέραν μοῖραν.

[*](2. εἰλυφάζει B: -ειν ‖ 6. ζεύξει ‖ 10. supplevi ex B ‖ 1r. inscrip- tionem addidi ‖ 14. τοῦ εὐρεὺς ‖ 15. suppl. Bukker ‖ 16. Ξάνθου alterum B ‖ 21. post ποταμοὶ add. sec. ὡς δὲ θεοῦ ὁ Ζεύς ‖ 24. ἀποέρσει ‖ 27. δόμῳ W: δἐ ὅμως ‖ 29. δυοῖν B)
334
[*](B=)

5. ἤματι τῷ προτέρῳ, ὅτʼ ἐμαίνετο] τὸ τῆς νεμέσεως ἔδειξεν, ὅτι, διʼ ἧς ἐδίωκον Τρῶες, ταύτῃ διώκονται· καὶ ὅ φησιν “ὁμοιίου πτολέμοιο,” τοῦτο νῦν καὶ τόπῳ δείκνυσιν ἐμφανῶς.

[*](A=)

ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ] τοῦτο ἄν τις σημειώσαιτο πρὸς τὸ “τινάσσετο μαινομένοιο” (Il. 15. 609)· τινὲς γὰρ γράφουσι “μαρνμένοιο.”

[*](B=)

ἐμαίνετο] ἐνθουσιωδῶς ἐμάχετο. διὸ οὐκ εἶπεν ‘ὅτ’ ἐμάρνατο.ʼ

[*](B+)