Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

168. δουρὶ βάλῃ] καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει· [*](B=) [*](1. περικεχυμένον B ‖ 10. Φοίβῳ ‖ 13. θανόντων scripsi: θανάτων ut B ‖ 23. τὸ B: τοι ‖ 27. φαύλως κινεῖται B ‖ 31, 32. κατὰ σκέλος Aristot. codd. ‖ 33. βάλλει)

318
τότε γὰρ ἰσχυρότερος ἑαυτοῦ γίνεται· ἢ ὅτι, ὅσον τὸ καθʼ ἑαυτόν, ἔτρωσεν αὐτὸν ἀκοντίσας ὁ Αἰνείας (262)· τότε γοῦν ὡς τρωθεὶς ὥρμησεν· τὰ γὰρ πρῶτα καὶ ἀπέτρεπεν αὐτὸν καθʼ Ἕκτορος ὡρμημένος.

[*](B=)

168. * ἐάλη] συνεστράφη πρὸς τὸ πηδῆσαι.

[*](B-)

169. ἐν δέ τε οἱ κραδίῃ] εἰ μέν ἐστιν εὐθείας τὸ “κραδίη,” τοιοῦτόν ἐστιν “στένει ἡ καρδίαʼ ἥτις ἐστὶν ἦτορ, εἰ δὲ δοτικῆς, ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον τὴν καρδίαν. τὸ δὲ πρότερον ὁμηρι- κώτερον· φησὶ γὰρ “τέτλαθι—κραδίη” (Od. 20. 18) καὶ ἐπάγει “καθαπτόμενος φίλον ἦτορ” (ib. 22). θερμὸς δὲ φύσει ὢν ἐπὶ πλέον θερμαίνεται· διὸ στένει.

[*](B -)

170, 1. 〈οὐρῇ—〉 μαστίεται] ἔχει γὰρ ὑπʼ αὐτῇ κέντρον μέλαν ὡς κεράτιον.

[*](B =)

172. γλαυκιόων] ἔμπυρον ὁρῶν, παρὰ τὸ γλαύ〈σ〉σω, ἀφʼ οὗ καὶ γλαύξ, ὃ μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων οὐ τίκτει τυφλὰ διὰ τὸ πολὺ πυρῶδες, ὃ περ〈ὶ〉 τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν- ὂν διεγείρει τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ.

[*](A- B =)

180. ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καἰ τὴν σύνθεσιν εὐτελεῖς. πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυ〈ν〉ται τοσοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτος ὀφθείς, καὶ στρατηγικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμίους. καὶ καθʼ Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γὰρ “Ἕκτορος ἄντα μάλιστα” (76). εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα. ἄλλως τε κερτομεῖ τὸν Αἰνείαν ὡς ἐνεδρεύοντα τῇ Πριάμου ἀρχῇ.

[*](B=)

ἐλπόμενον—ἀνάξειν] ἐντέχνως τὸ κατόρθωμα ἄξιον βασιλείας ἀποφαίνει.

[*](B=)

181. τιμῆς τῆς Πριάμου] λείπει τὸ ἀντί. ἢ ἐν Τρωσὶν ἀνάξειν τῆς τιμῆς Πριάμου.

[*](B+)

183. ἀεσίφρων] κοῦφός τὴν φρένα.

[*](B=)

188. ἢ οὐ μέμνῃ] ἔθος ἀρχαῖον τὸ ἐξονειδίζειν δειλίαν καὶ ἀχαρι- [*](6. 〈ἐπʼ〉 ante εὐθ. suppl. W ‖ 7. δοτικῆς B: -ῶς ‖ 15. supra γλαὺξ add. sec. κουκού⌈φας⌋ ‖ 16. supplevi ex B ‖ 17. διεγείρει B: διαιρεῖ ‖ 18. omisi lemma Αἰνεία τί σοι τόσον (178) ut B ‖ 20. supplevi ex B ‖ ἔντεχνοι B: -εῖς ‖ 25. τε W: καὶ ‖ a praecedenti seiunctum et ἄλλως pro lemmate scriptum: corr. W ‖ 29. τὸ ἀντί B: παντί)

319
στίαν· καὶ ἀλλαχοῦ “ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων” (Od. 16. 424). καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν ὀνειδισμός ἐστιν ἐσχάτης δειλίας, αὐτὸς δέ φησιν ἑλεῖν καὶ τὴν ὑποδεξαμένην αὐτὸν πόλιν.

βοῶν ἄπο, μοῦνον ἐόντα] ἀναστρεπτέον τὴν ἀπό· τινὲς δὲ τῷ [*](A+B=) “σεῦα” (189) συντάσσουσιν αὐτήν. §. Ἀριστοφάνης δὲ γράφει [*](A+) “βοῶν ἔπι.”

194. Ζεὺς ἐρ〈ρ〉ύσατο] σώσασθαι αὐτόν φησι τὸν θεόν, ἐπειδὴ ἐν Λυρνη〈σ〉σῷ οὐκ ἔτυχεν ὤν, ὅτε ἐπόρθει αὐτὴν ὁ Ἀχιλλεύς.

195. ἀλλʼ οὐ νῦν σε ῥύεσθαι] ἕως τοῦ “πρίν τι κακὸν παθέειν” [*](A + B-) (198) μετηνέχθησαν ἀπὸ τῆς Εὐφόρβου πρὸς Μενέλαον 〈συ〉- στάσεως (Il. 17. 30—32).

196. ἀλλά σʼ ἔγω γε] ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν [*](B=) ἐσόμενον αὐτῷ ὄλεθρον.

200. μὴ δή μʼ ἐπέεσσι] ἀποσιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς [*](B=) γὰρ τὸ συνομολογεῖν πρὸς τὸν πολέμιον. ἐν δὲ τῷ πρὸς τὸν Ἀπόλ- λωνα λόγῳ εὐπρεπέστερον αὐτὰ ἀνωμολόγησεν (90).

202. ἠμὲν κερτομίας] “κερτομίας” τοὺς σαρκασμούς, σὓς εἶπεν [*](B=) ὡς περὶ τῆς ἀρχῆς αὐτοῦ μαχομένου. πιθανῶς δὲ τοῖς λόγοις Ἀπόλ- λωνος (106) καταχρῆται ὑπομιμνήσκων αὐτόν, ὅτι ἀμείνονος γενέσεως τυγχάνει.

αἴσυλα] τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς.

[*](B=)

204. ʼπρόκλυτʼ ἀκούοντες] προκλυόμενα καὶ προηκουσμένα.

205—9. ἀθετοῦνται στίχοι έ, ἀκαίρως περὶ τοῦ γένους παλιλ- [*](A +) λογούμενοι.

210. ἕτεροι—φίλον παῖδα κλαύσονται] διὰ τὸ πρὸς δύο εἶναι [*](B=) τοὺς γονέας ἑκατέρου. δῆλον δὲ διὰ τούτου, ὅτι ἔτι ζῇ Ἀγχίσης.

211. σήμερον] ἑκατέροις δύναται προσδίδοσθαι τὸ “σήμερον·” [*](A~ B=) πρὸς διάφορον στιγμήν.

213. εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι] ἔοικε λέγειν ὡς τὸ κατὰ μητέρα μὲν γένος τοιοῦτον, εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις, πολλοῖς ὃν γνώριμον, ἄκουε.

ἄλλως: εἰ δʼ ἐθέλεις καὶ ταῦτα] παρῆκται ἡ ὁμιλία κατʼ αἴτησιν [*](B+) ποιητικὴν πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωικὴν γενεαλογίαν [*](7. σώσασθαι scripsi : σπάσασθαι 9. ἕως τοῦ νῦν πρ. ‖ 16. supplevi ex A ‖ 16. ἀνωμμολ. ‖ 19. μείονος B pro ἀμείνονος ‖ 23. lemma σὲ μὲν Πηλῆος omisi, cf. A ‖ 23, 24. παλλιλογούμενοι ‖ 25. πρὸς ante δύο om. B ‖ 32. κατὰ συνήθειαν B: κατʼ αἴτησιν)

320
μάθωμεν. ἢ ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα 〈τὰ〉 γένη λαμπρότητα φέρει μεγίστην· τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει ὁ ποιητὴς παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ Διομήδους συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν (Il. 6. 154), ἀλλὰ καὶ 〈τὸ〉 τῶν Μελαμποδιδῶν ἐπὶ τοῦ Θεοκλυμένου (Od. 15. 225) καὶ ἐν τῇ Νεκυίᾳ μυρία ὅσα, καίτοι οὐχ ὑποσχόμενος γενεαλογίας γράφειν.

[*](A +)

*δαήμεναι] ἀντὶ τοῦ δάηθι.

215. Δάρδανον αὖ πρῶτον] οὐ ψιλὸν παντάπασι ποιεῖται τὸν κατάλογον, προστίθησι δέ τι δόξης χάριν.

[*](A=)