Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

216. Δαρδανίη〈ν〉] ἐν τῇ Ἴδῃ· ἑτέρα δὲ τῆς Ἰλίου Δαρδανία. ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι συγχέουσιν. §. διὰ γὰρ τὰς [*](A =)νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ᾤκουν· ὅθεν καὶ πόλεις τὰς ἀκροπόλεις καλοῦσιν.

[*](A=)

219. Δάρδανος] υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος καὶ Διός· οὗτος ᾤκει ἐν Σαμορθᾴκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος ἀσκὸν κατασκευάσας καὶ ὑποδὺς εἰς αὐτὸν ἐφέρετο τοῖς ὕδασιν· προσο- κείλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν.

[*](B +)

221. ἵπποι—βουκολέοντο] καὶ Εὐριπίδης (Phoen. 28) “ἱππο- [*](A=)βουκόλοι.” §. ἀναστρεπτέον δὲ τὴν κατά· ἔστι γὰρ “κατὰ ἕλος.ʼ

[*](B -)

ἕλος κάτα βουκολέοντο] ἥδονται τοῖς ἕλεσιν καὶ τοῖς θολεροῖς τῶν ὑδάτων αἱ ἵπποι, καί ἐστι φιλόλουτρον τὸ ζῷον· διὸ καὶ τοῦ ποταμίου ἵππου ἡ φύσις οὕτω συνέστηκεν (Aristot. H. A. VIII p. 605a 13).

[*](B=)

223. τάων καὶ Βορέης] ἄδηλον μὴ τῶν πώλων ἠράσθη. φησὶ δὲ Ἀριστοτέλης (H. A. VI p. 572a 8) ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς συνδυασμὸν καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.

[*](A B=)

ἄλλως: τάων καὶ Βορέης] λείπει τὸ τινῶν ‘τούτων τινῶν·ʼ οὐ γὰρ πασῶν ἠράσθη.

[*](A=)

224. παρελέξατο κυανοχαίτης] καταχρηστικῶς, ἀντὶ τοῦ ἐπεβή- σατο· καὶ πρὸς τὴν φύσιν τοῦ θεοῦ ὑπήντησεν.

[*](A=)

ἄλλως: παρελέξατο] γράφεται “ἵππῳ δʼ εἰσάμενος ἐμίγη φιλό- τητι καὶ εὐνῇ.”

[*](A B +)

227. ἀνθερίκων] ὑπερβολικῶς εἶπεν· ἔστι δὲ ἀνθέρικος τοῦ ἀσφο- δέλου καυλός. οἳ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασίν, ὡς καὶ Ἡσίοδος [*](1. supplevi ex B ‖ 2. νομίζουσιν B: -εσθαι ‖ 9. ὀνόμασι ‖ 15. τῆς ante Ἠ. del. W ut A ‖ 23. συνέστηκεν Aristot. codd.: συνήχθη ‖ 33. τοῦ B: τῆς)

321
(fr. 137 M.) ἐκλαβὼν ἐπὶ Ἰφίκλου φησὶν “ὅς ῥʼ ἐπὶ πυραμίνων ἀθέρων φοίτασκε πόδεσσιν.” καὶ ἔστι παρὰ τὸ ἀθέρικος πλεονασμῷ τοῦ ν· διὸ καὶ “ἐπὶ ζείδωρον ἄρουραν” (226) φησίν· ταῦτα γὰρ φέρει ἡ ζείδωρος, οὐκ ἀσφοδέλους.

228. ἀλλʼ ὅτε δὴ σκιρτῷεν] αἱ Ἀριστάρχου “ἀλλʼ ὅτε δέ·” αἱ [*](A-B+) κοιναὶ “ἀλλʼ τε δή.”

229. ῥηγμῖνος] τῆς ἐπιφανείας· “ὑμεῖς μὲν κώπῃσιν ἁλὸς [*](A-B=) ῥηγμῖνα βαθεῖαν” (Od. 12. 214).

231. τρεῖς παῖδες] Τρωὸς καὶ Καλλιρόης τῆς Σκαμάνδρου, ὡς Ἑλ〈λ〉άνικος.

233. ὃς δὴ κάλλιστος] ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀνέλαβεν, [*](Β=) ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο.

234. τὸν καὶ ἀνηρείψαντο] ὑφ᾿ ἓν τὸ “ἀνηρείψαντο.” τινὲς δὲ [*](A+B=) τὸν “ἄν” σύνδεσμον ἀνεδέξαντο, ἵνʼ ᾖ ὁ λόγος οὕτω “τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ ἀνηρείψαντο ἂν οἱ θεοί,ʼ δηλονότι εἰ μὴ ἐτεθνήκει. καὶ γὰρ οὐδέποτε, φασί, παρὰ τῷ ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ πρὸς τοῦτο λεκτέον, πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποιητὴς λέγει τὸ “ἠρείψαντο·” ἔπειτα ἐν ἑτέροις λέγει “δῶχʼ υἷος ποινὴν Γανυμήδεος” (Il. 5. 266). τὸ δὲ πάντων μεῖζον, ὁ “καί” συμπλεκτικὸς ἐπιζητεῖ πράγματα ἃ συμπλέκει, ὁ δὲ “ἄν” ἀναιρετικός ἐστι τῶν προϋπαρχόντων· πῶς οὖν δύναται συνταχθῆναι ὁ “ἄν” τῷ “καί”; εἰ δέ φασιν, ὡς οὐ φαί- νεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρεισά- γονται τῶν θεῶν τῷ ποιητῇ καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος ἔνεκεν Ἥφαι- στος (Il. 1. 598) οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη (Il. 4. 2)· παρεῖναι γὰρ αὐτὸν οὐκ εἰκὸς εἰς καταστροφὴν Ἰλίου βουλευομένοις θεοῖς.

ἀνηρείψαντο θεοί] Μνασέας μέν φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ [*](A~B-) ἐν κυνηγεσίῳ πεσόντα ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν τοῦ Ὀλυμπίου Διός, Δωσιάδης δὲ ἡρπάσθαι ὑπὸ Μίνω· καὶ ὁ λιμὴν ὅθεν ἡρπάσθη Ἁρπάγια καλεῖται· οἱ δὲ Μίνωος ἀξιοῦντος μιγῆναι κατακρημνίσαι ἑαυτόν, τὸν δὲ θάψαι καὶ πλάσασθαι τῷ πατρὶ ὡς θύελλα καὶ νέφος ἥρπασεν αὐτὸν εἰς οὐρανόν· οἳ δὲ μετὰ κυνηγεσίαν ἀφυπνώσαντα διασπαραχθῆναι ὑπὸ θηρῶν, οἳ δὲ κεραυνωθῆναι· ἤρξατο [*](1. ἀλλʼ ἐπὶ π. Eust. ad Il. 2. 695 ‖ 1, 2. πυραμίνων ἀθέρων Eust.: πυρίνης ἀθέρας schol. Laur. Ap. Rhod. 1. 45, πυραμίνους ἀθέρας ut B ‖ 2. δρομάασκε Eust. ‖ ἀνθέρικος ‖ 7. ἡμεῖς ‖ post ἐπιφ. sec. addit τῆς θαλάσσης ‖ 21. προῦπαρχόντων B: -χθέντων ‖ 30. Ἁρπάγια Steph. Byx.: Ἁρπαγίας ut B )

322
δὲ ἀπὸ Λακώνων παιδεραστεία τῶν γυμνασίας ἐπινοησάντων· τῇ γὰρ εὐεξία τῶν σωμάτων ἐκινήθησαν κατʼ ἀλλήλων. ῥητῶς δέ φησιν, ὅτι οὐ Ζεὺς ἥρπασεν ἀλλʼ οἱ θεοὶ καὶ ἵνα οἰνοχοῇ· ἔθος γὰρ ἦν, ὡς καὶ Σαπφώ φησι (tr. 139 B.), νέους εὐγενεῖς εὐπρεπεῖς οἰνο- χοεῖν· “κοῦροι μὲν κρητῆρας” (Il. 1. 470). “νοχόει δʼ υἱὸς Μενε- λάου” (Od. 15. 141)· ἴσως οὖν νέου ἀποθανόντος αὐτοῦ ἐπλάσαντο· καὶ ὁ ποιητὴς δὲ τὸ ἀλαζονικὸν τῶν βαρβάρων εἰδὼς οὐχ ἀφʼ ἑαυτοῦ τὸν μῦθον εἶπεν, ἀλλʼ Ἥβην φησὶν οἰνοχοεῖν (Il. 4. 2).

[*](A =)

235. κάλλεος εἵνεκα οἷο] ἀνηρείψαντο κάλλεος εἵνεκα οἷο· 〈ἢ〉 ἵνʼ ἀθανάτοισι μετείη κάλλεος εἵνεκα οἷο.

236. Ἶλος δʼ αὖ τέκεθʼ υἱόν] ἐξ Εὐρυδίκης τῆς Ἀδράστου.

τέκεθʼ υἱόν] ἐκ Βατ〈ε〉ίας τῆς Τεύκρου, ὡς Ἐ〈λ〉λάνικος.

237. Τιθωνὸν τέκετο] ἐκ Στρυμοῦς τῆς Σκαμάνδρου.

239. * Ἀγχίσην] ἐξ Ἐρυθ〈ε〉ίας τῆς Ἴλου.

[*](B=)

240. Πρίαμος δʼ ἔτεχ᾿ Ἕκτορα] ἀπὸ τοῦ ἀρίστου τῶν Πρια- μιδῶν ἠρκέσθη τὸ σύμπαν δηλῶσαι γένος.

[*](B=)

242. Ζεὺς δʼ ἀρετήν] “ἀρετήν” τὴν ἀνδρ〈ε〉ίαν—τοῦτο δὲ διὰ τὸν ὀνειδισμὸν τῆς φυγῆς, ὡς Ἕκτωρ ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ” (Il. 17. 177)—ἢ τὴν βασιλικὴν δόξαν. φησὶν οὖν, ὅτι νῦν μὲν οὗτοι ἔχουσιν, ἴσως δὲ καὶ ἡμεῖς σχήσομεν.

246. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι] τεχνικῶς οὐκ ἀπολογεῖται μὲν περὶ τῆς φυγῆς, διασύρει δὲ τὸ ὀνειδίζειν.

247. ἑκατόζυγος] ἤδη οὖν καὶ ἐπὶ τῶν Τρωικῶν τηλικαῦται νῆες· ἢ τὴν πολύκωπόν φησιν.

248. στρεπτὴ δὲ γλῶσσα] ταχεῖα ἡ ἀντιστροφή.

[*](A~B-)