Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

16. ἔδυ χόλος] πολλὴ ἡ ὑπεροχὴ τῶν ἄλλων· οὐ μόνον γὰρ παρα- μένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς ἀφαιρέσεως τῶν ἄλλων· ἠρέθισται γὰρ τῇ ὁμοιότητι. ἢ ὅτι “αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16. 294).

[*](B-)

17. ὡσεὶ σέλας ἐξεφάανθεν] ὡς πῦρ ἐφάνησαν ὑπό τε θυμοῦ καὶ [*](B=)τῆς ἀνταυγάσεως τῶν ὄπλων. §. “σέλας” δὲ τὸ νυκτερινὸν φῶς, ἀφʼ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ, παρὰ τὸ σαλεύεσθαι.

[*](B=)

18. ἐν χείρεσσιν ἔχων] ψηλαφῶν· οὐ γὰρ εἰς χεῖρας αὐτῷ ἐνετίθετο. §. τινὲς δὲ γράφουσι “τέρπετο δʼ ὀφθαλμοῖσιν ὁρῶν.”

[*](2. ὑπὸ coni. Bekker ‖ Μύρρας Eust.: Μύρης A, Μύρρης ‖ 4. λέξεως B: θίξεως ‖ 5. ἐάσωμεν B ‖ 12. διεγεῖραι B ‖ 17. Ἄρεω ‖ ἔτος ‖ 18, 19. πρὸς τὸ ‖ 23, 24. ἀδυνατοῦντες ἀντοφθαλμεῖν καὶ τί ‖ 33. ἀνετίθετο ut B )
285

θεοῦ 〈ἀγλαὰ⟩ δῶρα] παρὰ θεοῦ δωρηθέντα· διὸ ἀναστρεπτέον, ὡς [*](B=) καὶ ἐν τῷ “ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο” (10).