Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

11. οἷ᾿ οὔ πω τις ἀνήρ] νῦν γὰρ φιλοτιμησάμενος Ἥφαιστος ἀμείνω τῶν πρῴην εἴργασται.

13. τὰ δʼ ἀνέβραχε] ψόφον ποιὸν ἀπετέλεσεν.

[*](B+)

ἄλλως: ἀνέβραχε] ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἐψύχωσε δὲ τὰ ὅπλα διὰ τοῦ “ἔβραχε,” ὡς καὶ ἐπὶ Ἀρεος “τόσον ἔβραχ᾿ Ἀρης, ἆτος πολέμοιο” (Il. 5. 863). τοιοῦτον “ἔκλαγξαν δʼ ἄῤ ὀιστοί” (Il. 1. 46) παρὰ τὸ “Τρῶες μὲν κλαγγῇ” (Il. 3. 2)· ἐντεῦθέν τινες ἔμψυχα τὰ ὅπλα ἐνόμισαν εἶναι· διὰ τοῦτο εἰκότως καὶ οἱ Μυρμιδόνες δεδοίκασιν.

δαίδαλα] παρὰ τὸ δαῆναι· ὅθεν καὶ δαίδαλος καὶ δαίμων (Archil. fr. 3 B.).

[*](B~)

14. οὐδέ τις ἔτλη] πρὸς τὴν αὐγὴν αὐτῶν ἀδυνατούντων ἀντ- οφθαλμῆσαι τί πείσονται ἄρα Τρῶες;

[*](B=)