Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

314. θώρηκος γύαλον] κατὰ περίφρασιν τὸν θώρακα.

διὰ δʼ ἔντερα χαλκὸς 〈ἤφυσε〉] παράδοξον τὸ διὰ τῆς ἐπιφανείας [*](B=) τοῦ σώματος προχυθῆναι ἔντερα, τὸ δὲ διὰ τοῦ θώρακος πολὺ θαυμα- σιώτερον· ἐννόησον γὰρ οἵα ἡ θεωρία.

317. ἐρύσαντο δὲ νεκρούς] πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι [*](B=) περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων νεκρῶν ἠμέλουν.

321. καὶ ὑπὲρ Διὸς αἶσαν] ἀντὶ τοῦ‘γνώμην Διός·ʼ ὀργιζομένου [*](B–) γὰρ Ἀχιλλέως τιμᾶν ἤθελε Τρῶας, 〈ὡς〉 καὶ διʼ Ἴριδος ὑπέσχετο. “δύῃ τʼ ἠέλιος” (455) καὶ “ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυα- λξω (206).

324. κήρυκι] διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. §. τὸ δὲ [*](B=) “Ἠπυτίδῃ” τινὲς πατρωνυμικῶς· ἀλλʼ 〈ἀπὸ τοῦ〉 Ἠπύτης Ἠπυ- [*](B=) τάδης 〈ἂν〉 ἦν· ἔστιν οὖν παραγωγὸν ἀπὸ τοῦ “ἠπύτα κῆρυξ” (Il. 7. 384).

325. * ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ.

[*](B=)

327. καὶ ὑπὲρ θεόν] ἀπέφυγε τὸ κοινὸν τῷ εἰπεῖν ‘ καὶ ἐναντιου- [*](B=) μένου θεοῦ.’ προτρεπτικὸς δʼ ὁ λόγος καὶ ἐλεγκτικός.

328. ὡς δὴ ἴδον ἀνέρας] ἀξιόπιστος ὁ λόγος περικείμενος κήρυκος [*](B=) πρόσωπον· πλάνητες γὰρ οὗτοι καὶ πολλὰ ἱστορηκότες. ἑώρακα [*](2. suppl. Barnes nescio unde ‖ 3. οἰκτίσατο ‖ 7. γεγονός B ‖ 11. Φόρκυν ante ἀπὸ omisi ‖ 22. supplevi ex B διʼ B: παρʼ || 23. θύητε ἠ. ‖ αὐτὰρ ‖ 26. supplevi ex B ‖ 30. τῷ B: τὸ ‖ 31. θεοῦ B: δὲ οὐ || 33. πρόσωπον B: προσιώπῳ)

226
οὖν, φησί, καὶ τῷ πλήθει ἥττονας καὶ τὴν ἀπὸ τῶν θεῶν βοήθειαν ἐναντίαν ἔχοντας ἐπὶ μόνῳ κατορθοῦντας τῷ σθένει. ἐλεγκτικῶς δὲ ἡ παράθεσις γίνεται.

[*](B=)

330. πλήθει τε σφετέρῳ] τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. §. τὸ [*](B=)δὲ “ὑπερδέα” σφόδρα ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου δεί- κνυται, ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομένους καὶ πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ.

[*](B=)

332. ἄσπετον] μέγα· οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ μέγεθος.

334. ἔγνω ἐσάντα ἰδών] ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν Ἀφρο- δίτην (ll. 3. 396). §. “ἐσάντα ἰδών ” ἀντὶ τοῦ ἀντικρύς.

338. *ὁ “ἀλλά” πρὸς τὸ “〈τῷ ῥ'〉 ἰθὺς Δαναῶν” (340).

[*](B+)

339. * “ὕπατον μήστωρα” μέγιστον ποιητήν.

340. *ἰθὺς Δαναῶν] ἐπʼ εὐθείας ὡς αὐτούς.

348. *Ἀπισάονα] “Ἀμυθάονα·” τινὲς οὕτως.

351. * προσυνίστησι τὴν παραποτάμιον μάχην (Il. 21).

[*](B=)

358. οὔτε τινὰ προμάχεσθαι] καὶ Νέστωρ τοῦτο παραινεῖ· “μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσ〈σ〉ι μάχεσθαι (Il. 4. 303, 4). καὶ γὰρ οὐχ ἧττον λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν τάξιν.

359. * βεβάμεν] ἀπὸ τοῦ βεβάναι ἀπαρεμφάτου.

360. * ὣς Αἴας ἐπέτελλε] τῷ προνοεῖσθαι τῶν ἑταίρων.

361. *ἀγχηστῖνοι] ἐγγὺς ἀλλήλων.

363. καὶ Δαναῶν] ὡς παράδοξον εἰσήγαγε τὸ καί τινας τῶν Δαναῶν πίπτειν.

[*](B=)