Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

364. μέμνηντο γὰρ αἰεί] στρατηγικῶς δείκνυσι πόθεν γίνεται νίκη, οὐ τὸ ἰδία λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ πλησίον. καὶ “ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν” (Il. 3. 9). σωτήριον ἄρα ἐν εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς τοὺς φίλους εὔνοια.

365. αἰπύν] προσάντη. §. “φόνον” δὲ δεῖ γράφειν, οὐ “πό- νον.“

[*](5. ἐνδεῆ B ἔνεστι B ‖ 10. μεγάλως B ‖ 17. Ἀμυθάονα scripsi: ἀπίθανον ‖ 21. μαιμάτω ‖ μάχεσθαι:—καὶ disiunctum: coniunxi ut B ‖ 30. μαιμαῶτες ‖ 31. εὔνοια B: ἔννοια)
227

366. οὐδέ κε φαίης] ὑπελάμβανες ἂν ἔκλειψιν εἶναι τῶν στοι- χείων αὐτῶν.

368. ἠέρι γάρ] ὑπὲρ τοῦ δεινῶσαι τὴν μάχην εἰς τὸ τυχὸν μέρος τῶν πληγῶν φερομένων.

μάχης ἐπί θʼ ὅσσον ἄριστοι] τὸ ἑξῆς ‘ἐφʼ ὅσον,ʼ καὶ οὐκ ἀναστρεπτέον. ὁ δὲ “τέ” πλεονάζει· ἔστι γὰρ ὁ λόγος καὶ ὁ νοῦς οὕτως· ἐφʼ ὅσον οἱ ἄριστοι ἕστασαν, ἐπὶ τοσοῦτον ἀέρι κατείχον- 〈το〉. §. Ζηνόδοτος “ἐπὶ τόσον.” Ἀριστοφάνης “μάχῃ ἔνι.”

ἄλλως: μάχης ἐπί θʼ 〈ὅσσοι〉] περισσὸς ὁ “τέ·” ἔστι δέ· ‘ὅσοι γὰρ [*](B=) ἄριστοι ἐπὶ τῇ μάχῃ περιίσταντο τὸν Μενοιτιάδην, ἠέρι κατείχοντο.ʼ

372. νέφος δʼ οὐ φαίνετο] οὔτε χαμόθεν ἦν νέφος ἰδεῖν οὕτε ἐπὶ [*](B=) ὄρους ἀναβάν. τὴν βαθεῖαν οὖν αἰθρίαν ἐδήλωσεν· καὶ γὰρ ἐν ταῖς αἰθρίαις ἔστιν ἰδεῖν ἐπὶ τῶν ὀρῶν νέφη.

373. *γαίης] λείπει ἡ ἀπό.

μεταπαυόμενοι] ἐκ διαδοχῆς ἀναπαυόμενοι. καὶ Ἀρίσταρχός φησιν, [*](B=) ὡς ἀντιποιεῖται μὲν ὁ λέγων ‘ἐμόν ἐστι,’ μεταποιεῖται δὲ ὁ‘καὶ ἐμόν ἐστιν.ʼ

377. δύο δʼ οὔπω—πεπύσθην]οὐχ ὡς τῶν ἄλλων πυθομένων —ἄτοπον [*](B=) γὰρ ἐπὶ παντὸς διαβῆναι τὴν φήμην—ἀλλὰ τῶν ἀρίστων. τοῦτο δὲ ποιεῖ, ἐπεὶ θάτερον αὐτῶν ἀποστέλλειν ἐθέλει φίλτατον ὄντα Ἀχιλλεῖ.

381. ἐπιοσσομένω] ἐπιβλέποντες, ἵνα τῶν μὲν πιπτόντων ὑπερ- [*](B=) μαχοῖεν, τοὺς δὲ φυγάδας προτρέποιντο.

ἄλλως: προορώμενοι καὶ προσδοκῶντες μήτε ἀποθνήσκειν τοὺς [*](B=) ἑταίρους μήτε φεύγειν ἐπὶ τῆς αὐτῆς τάξεως ἔμενον.

384. * τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει] τοῖς περὶ [*](B=) Πάτροκλον ἐν τῷ λειπομένῳ παντὶ μέρει τῆς ἡμέρας.

386. γούνατά τε] εὗ τὸ μὴ ἐπὶ κεφαλαίου τὰ μέλη φράσαι, [*](B=) ἀλλὰ κατὰ μέρος ὅλον ἐπελθεῖν τὸ σῶμα· τοῦτο γὰρ καὶ ἐνάργειαν προβάλλει καὶ τῆς ταλαιπωρίας τὸ μέγεθος δείκνυσιν. τὰ δὲ μέσα καὶ τὸν θώρακα ῥᾴδια πρὸς ἱδρῶτα ὄντα παρέλιπεν. ἀκατάλληλον δὲ τὸ “ὀφθαλμοὶ παλάσσετο.” ἔστι δὲ ὅμοιον τῷ “ἔνθα Ποσειδάων [*](1. ἄν scripsi: οὖν || 3. τὸ τυχὸν ὃ τύχοι ‖ 5. ἐπεί θ” pr.: corr. rec. ‖ ὅσσον scripsi, ὅσον Athous: ὅσσι ‖ 8. supplevi ex scholio altero l. 10 ‖ 9. ἐπεί θʼ pr.: corr. rec. ‖ 10. τὸν Μενοιτιάδην B: τῷ-ῃ ‖ 12. ἀναβὰν W: ἀναβάντα B, ἀναβάντας ‖ 15. schol. ad v. 375 scriptum lem- mate ἀφεσταότες praeposito ‖ 21. ἐπιοσσομένω ‖ 22, 23. cohaerent ut in B || 23. ἄλλως B: ἀλλὰ nullo acholii finiti signo praescripto )

228
κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι” (Il. 20.149). πρὸς μὲν τὰ γούνατα τὸ “παλάσσετο” προσυπακούομεν, 〈πρὸς〉 δὲ τὰ πληθυντικὰ παλάσσοντο.

[*](B–)

389. ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο] ἐνδείξασθαι θέλων καὶ τὴν βίαν τῶν ἑλκόντων καὶ τὴν τοῦ ἑλκομένου σώματος ταλαιπωρίαν δορὰν διατεινο- μένην παραλαμβάνει καὶ ταύτην ἀκμαίαν, ἥτις πολλὴν ἐπίδοσιν ποιεῖται, καὶ ἐλαίῳ διάβροχον· τούτῳ γὰρ μαλαττόμενα τὰ κατε- σκληκότα ἀνίεται. πολλοὺς δὲ τοὺς ἕλκοντάς φησιν· οὕπω γὰρ ἐπασσάλευον τὰς βύρσας ἴσως. ἔστι δὲ ἐξ εὐτελοῦς μὲν ἡ εἰκών, τῇ δὲ ἐναργείᾳ κεκοσμημένη.

*ταύροιο βοός] “βοῦς ἀγέληφι—ταῦρος” (Il. 2. 480, 1).

ταύροιο βοός] ἔδει προτάσσειν τὸ γενικὸν τοῦ 〈ε〉ἰδικοῦ, ὡς “ἠύτε βοῦς ἀγέληφι —ταῦρος” (Il. 2. 480, 1)· ἔστι δὲ Ἀττικὸν τὸ οὕτω συντάττειν.

392. κυκλόσε] Ζηνόδοτος “κύκλῳ·” Ἀρίσταρχος “κύκλος,” ὡς “ πληθὺς—ἀπονέοντο” (Il. 15. 305)ʼ καὶ ἐπὶ Μενελάου ὁμοίως ἐν τῇ Δ΄ (212)· οἱ δὲ ἄλλοι ἐπίρρημα, καὶ παροξύνουσιν, ἀλλʼ ἔδει ‘κυκλόφι.ʼ

[*](B+)

393. τάνυται δέ τε] τὸ γὰρ πάχος λεπτυνόμενον εἰς μέγεθος ἄγεται.

395. *εἵλκεον] Ἀρίσταρχος. §. ὅτι πλεονάζει τὸ ι.

398. λαοσσόος] ὁ τοὺς λαοὺς παρορμῶν· φησὶ γὰρ “ ὦρσε—τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη” (Il. 4. 439).

399. ὀνόσαιτο] ψέξαι. “ἢ ο〈ὔ〉νεσθʼ, ὅτε μοι Κρονίδης” (Il. 24. 241) ἀντὶ τοῦ‘ψέγετέ με καὶ εὐτελίζετε.ʼ

[*](B=)

401. οὐδʼ ἄρα πώ τι ᾔδεε] εἴωθε συμπάθειαν ἐγείρειν διὰ τούτων, ἐπὰν οἱ τὰ μέγιστα δυστυχοῦντες ἐν ἀγνοίᾳ τῶν κακῶν ὦσι καὶ ἐπὶ φιλανθρωποτέρων φέρωνται ἐλπίδων, ὡς Ἀνδρομάχη (Il. 23. 437) καὶ Δόλων (Il. 10. 350) καὶ νῦν Ἀχιλλεύς.

404—425. τείχει ὑπὸ Τρώων] Ζηνόδοτος ἀπὸ τοῦ “τείχει ὑπὸ Τρώων” (404) ἕως τοῦ “χάλκεον οὐρανόνʼ (425) οὐ γράφει· Ἀρί- σταρχος μόνον ἀθετεῖ “ὣς δέ τις αὖ Τρώων” (420).

τό μιν οὔ ποτε ἔλπετο θυμῷ] διὸ αὐτὸν οὐ προσεδόκα.

[*](B=)

407. ἐκπέρσειν πτολίεθρον] παιδευτικὸς ὁ λόγος, ὅτι οὐ δεῖ ταῖς ἐλπίσι πεποιθέναι.

[*](2. τοῖς δὲ πληθυντικοῖς τὸ B ‖ ὀφθαλμοὶ ante παλάσσοντο omisi ut B 7. ἀνεῖται ‖ 9. κεκόσμηται B ‖ 11. βοὸς ταύρου ante πρ. omisi ‖ 14. A. κύκλοσον ὡς: corr. Bekker ‖ 22. supplevi ex Il. codd. ‖ 25. ὦσι scripsi: εἷεν ut B ‖ 26. φέρωνται B: φέρονται)
229

409. Διὸς—νόημα] τὴν εἱμαρμένην· “ὃ γάρ τʼ εὖ οἶδεν [*](B—) ἄπαντα 〈μοῖράν τʼ ἀμμορίην τε〉” (Od. 20. 75, 6). τινὲς δὲ τῶν φιλοσόφων μοῖραν ἔλεγον τὸν λόγον τοῦ Διός.