Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Νέστορα] ἀπάγει ἡμᾶς ἀπὸ τοῦ ὁμοειδοῦς, μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν.

[*](Α-)

οὐκ ἔλαθεν] σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμ- ψασθαι· “καὶ τότ᾿ ἐγὼ Κίρκης —λα〈ν〉θ〈αν〉όμην” (Od. 12. 226, 7) καὶ “ἢ λαθέτ᾿ ἢ οὐκ ἐνόησεν” (Il. 9. 537).

[*](B+)

οὐκ ἔλαθεν ἰαχή] τὸ ἰδίωμα τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς πάλαι πολέμων εὖ εἰδότα. καὶ Μενέλαος οὖν φησι “τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο’ (Il. 11. 467).

[*](B-)

πίνοντά περ ἔμπης] ἀκολάστως φασὶ πίνειν αὐτόν· ἢ τάχα τὸν κυκεῶνά φησιν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ “ἰαχή,” καὶ τὸ ἑξῆς, ἀλλὰ καὶ πίνοντα τὸν Ἀσκληπιάδην προσεῖπεν· τινὲς δὲ τὸ “ἔμπης” ἀντὶ τοῦ ‘ὁμοίως τῷ Μαχάονι,’ ὡς τὸ“ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν” (174), “σὺ δὲ χαῖρε καὶ ἔμπης” (Od.5.205)ὁμοίως παρών τε καὶ ἀπών, τόν τε “πέρ” πλεονάζειν, ὡς ἐν τῷ “μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον” (Od. 17. 46, 7).

[*](B=)

ἄλλως: πίνοντά περ] οὐχ ὅτι παράδοξον τὸ πίνοντα κραυγῆς ἀκοῦσαι, ἀλλ᾿ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ πολέμου γινόμενα· ἐπάγει οὖν “μείζων δὴ παρὰ νηυσὶ βοή” (4), δηλῶν ὅτι καὶ πρὸ τῆς βοῆς προσεῖχεν· δηλοῖ οὖν, ὡς οὐδὲν 〈ἡ〉 χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται.

[*](B=)

2. ** 〈Ἀσκληπιάδην— προσηύδα] τὸ ἑξῆς, πρὸς Ἀσκληπιά- δην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υἱὸς Μαχάων.

3. δῖε Μαχᾶον] ὡς Ἀνδραῖμον.

[*](B=)

* ἔσται] γενήσεται.

[*](B=)

4. θαλερῶν] ἀπὸ τῶν φυτῶν· λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν.

[*](Α-B=)

5. πῖνε καθήμενος] ἀντὶ τοῦ πῖθι, ὡς “διεφαίνετο χῶρος πιπ- τόντων” (Il. 10. 199) ἀντὶ τοῦ πεσόντων. ὡς δὲ ἐπιπολαίας οὔσης τῆς πληγῆς καὶ ἰατρὸς ὢν καταφρονεῖ τῆς διαίτης. §. οἳ δὲ γράφουσι “μίμνε καθήμενος ἐν κλισίῃσιν.”

[*](B=)