Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

831. * δάψει] Ἀκαρνᾶνες. §. ῥήξει.

κορέεις κύνας] ὄντως νεμεσητόν· ὁ γὰρ περὶ λύμης σώματος [*](B+) ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα.

832. * ἐπὶ νηυσίν] τινὲς “〈παρὰ〉 νηυσίν” γράφουσιν.

[*](Α=)

835. ἐπίαχον] δηλονότι ἀνθιστάμενοι, ὥστε ἐκ τῆς ἑκατέρων [*](Β=) βοῆς μέγαν τινὰ ἦχον γενέσθαι.

836. * ἐπιόντας] οὓς ἐπήγετο ὁ Ἕκτωρ.

837. ἵκετ᾿ αἰθέρα] ἐν τάχει τὸ μέγεθος τῆς βοῆς ἐσήμανεν εἰς [*](B=) ὅσον ἤρθη· τὸ γὰρ μέγιστον ἔξαρμα οὐρανός ἐστι καὶ γῆ.

Διὸς αὐγάς] τὸν οὐρανόν· “δι᾿ αἰθέρος οὐρανὸν ἧκεν” (Il. [*](B-) 2. 458)· οἳ δὲ “Διός” τοῦ ἡλίου, Πλατωνικῶς· οἳ δὲ τὰ ὑψηλὰ τῶν ὀρῶν· οἳ δὲ αὐλάς, ἐπεί φησι “Ζηνός που τοιήδε γ᾿ Ὀλυμπίου ἔνδοθεν αὐλή” (Od. 4. 74), “Ζεὺς δ᾿ ἔλαχ᾿ οὐρανὸν εὐρὺν ἐν αἰθέρι” (Il. 15. 192).