Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ζεὺσ δʼ ἐπεὶ οὖν] διὰ τούτων σχεδὸν βοᾷ ὁ ποιητὴς οὐκ [*](B=) ἴδιον τῶν Τρώων γεγενῆσθαι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δὲ ἄγαν τὸ “νηυσί,” οἷον οὐ τῷ τείχει μόνον ἀλλὰ καὶ ταῖς ναυσίν, ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς.

Ζεὺς δʼ ἐπεὶ οὖν] ἐρειφθέντος τοῦ τείχους καὶ τροπῆς γε- [*](B=) νομένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς μῆκος ἅμα καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα δὲ ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν “οὐκ ἄν τις μιν ἐρυκάκοι ἀντιβολήσας νόσφι θεῶν” (Il. 12. 465), ἀναγκαίως τῷ ἀνυπόστατον ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δʼ ἂν ἐτόλ- μησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; §. τὸ δὲ “ἐπεί” [*](A=) πολλὰ δηλοῖ, καὶ ὅτι—“ ἐπεὶ πολὺν ὤλεσα λαόν” (Il. 2. 115)—καὶ ὅτε, ὡς νῦν, καὶ ἐπειδή καὶ ἀφʼ οὗ.

Τρῶάς τε καὶ Ἕκτορα] πρὸς τὸ δεύτερον ὑπήντησεν· πρῶτος γὰρ [*](AB-) Ἕκτωρ εἰσῆλθεν. ὑπεξεῖλε δὲ αὐτὸν ἰδίῳ, ὡς “⟨οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην.⟩ θάνε δὲ ξανθὸς Μελέαγρος” (Il. 2. 642).

2. τοὺς μὲν ἔα παρὰ τῇσι] ἐὰν ἐπʼ ἀμφοτέρων λέγῃ Τρώων καὶ [*](B=) Ἑλλήνων, ἁπλούστερόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμ- φαίνεταί τι ἦθος, κατακερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπό- νοῦν· οὐ γὰρ ἤμελλον ἁλώσεσθαι αἱ νῆες ὑπὸ τῶν βαρβάρων.

* παρὰ τῇσι] τινὲς “πρὸς τῇσι.”

πόνον τʼ ἐχέμεν] “πόνον” τὴν ἐνέργειαν—“παύσαντο πόνου” (Il. [*](B=) 1. 467)—καὶ τὴν κακοπάθειαν, “ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα ⟨νέεσθαι⟩” (Il. 2. 291). §. Ζηνόδοτος δὲ “ὀχέμεν.”

[*](1–3. inscriptiones addidi: ἀρχὴ τῆς N ὁμήρου textui inscriptum ‖ 8. ἐρρειφθέντος B, ἐρριφθέντος ‖ 9. τε pro ἄμμα ‖ 10. ποικιλίας B ‖ 15. ἐπεὶ post δ. omisi ut A ‖ 23. τι om. B ‖ 28. ὀχέειν coni. Nauck)
2

*ὀιζύν] ὀίζω όιζύω

[*](A= B -)

3. πάλιν τρέπεν] τὸ “πάλιν” τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, “ὅσσε πάλιν κλίνασα” (Il. 3. 427). οἳ δέ, ἀνὰ μέρος Μυσίαν καὶ Θράκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ, “πάλιν ποίησε γέροντα” (Od. 16. 456)· καὶ εἰς τοὐπίσω, “χειρὶ πάλιν ἐρύσασα” (Il. 5. 836)· καὶ ἐναντίως, “οὐδὲ πάλιν ἐρέει” (Il. 9. 56).

[*](B=)

* ὅτι οὐδὲν ἀθεώρητον τῷ δημιουργῷ. §. τὸ δὲ “ὅσσε φαεινώ” [*](B=) (7) δι᾿ ὧν δίδοται τοῖς ὁρῶσι τὸ φάος.

4. ἐφʼ Ἱπποπόλων] οἳ μὲν περισσῶς τὴν “ἐπί,” οἳ δὲ ἐπὶ ἵππων πολουμένων, οἳ δὲ ὄνομα ἔθνους. §. τὸ δὲ “ὁρώμενος” ἀντὶ τοῦ ὁρῶν.

5. * Μυσῶν] τινὲς τῶν ἐν Μακεδονίᾳ.

[*](A = B -)

καὶ Ἀγαυῶν] Ἀγαυοὶ ὄνομα ἔθνους· ἵππους δὲ ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. Δημήτριος δὲ ἀγαυοὺς τοὺς εὐειδεῖς.

[*](A -)

6. *γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων] Ἄβιοι ἔθνος, οἱ γαλακτοπόται. τινές τούτους Σαρμάτας φασίν.

[*](A= B-)

Ἀβίων] πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπικηρυκεύσασθαι πρὸς αὐτόν. οὓς δικαιοτάτους φησὶ διὰ τὸ ἀνε- πίμικτον, ὡς καὶ “Αἰθιοπῆας (Il.1. 423), ἢ ὅτι οὐκ ἠθέλησαν συστρα- τεῦσαι Ἀμαζόσιν εἰς Ἀσίαν. §. πῶς δὲ οὐδὲν περὶ αὐτῶν εἶπεν; καὶ γὰρ οὐδὲ περὶ τοῦ δικαιοτάτου τῶν Κενταύρων (Il. 12. 832), οὐδὲ περὶ τοῦ κερδίστου Σισύφου (Il. 6. 153).

[*](A+B-)

Ἀβίων] τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς ἐστιν· οὓς δή φησι δικαιοτάτους εἶναι ἀπάντων, ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις δὲ αὐτο- μάτως ἡ γῆ βίον φέρει οὐδέν τι ζῷον ἐσθίουσιν· τούτους Αἰσχύλος Γα- βίους φησίν (fr. 190 N.)· Ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίν ἢ ⟨τὴν⟩ βία⟨ν⟩, ἢ ἅμα βιῷ πορευόμενοι, ἢ ὅτι ἄοικοι· οἳ δέ, ὅτι μακρόβιοι· λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν.

7. *οὐ πάμπαν] οὐδὲ ὅλως.

[*](A=)

8. *οὐ γὰρ γε] Ἀριστοφάνης “οὐ γὰρ ἔτι.”

9. *πρὸς τὸ “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν” (Il. 1. 549).

[*](2. εὐθέως A ‖ 3. ἐκ δευτέρου pro ἀνὰ μέρος B ‖ 13. schol. l. 11 adhaeret ‖ 14. τὸ γάλα B ‖ 15. Ἄβιοι scripsi cf. Et. M. s. v. Γλακτ., Λακτῖνες coni. Bekker, Ἰάζυγες W ex Strab. 306: λαητῖνες ‖ 16. Σπαρμάτας A, Σαλμάτας ‖ 18. μόνον B: μόνωι ‖ 26, 27. αὐτόματος B 27. οὐδέ- τι A ‖ 28. supplevi ex A ‖ 29. βιῷ τουτέστι τόξῳ Eust.: βιῶν ut A)
3

10. οὐδʼ ἀλαοσκοπίην] ἄλη ἀλαιός ἀλαός Αἰολικῶς. §. διδάσκει [*](B=) δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυμίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς [*](B=) καταστρατηγοῦντας ἀλλήλων ἐποίησεν οὐ βιαζομένους· ὁ μὲν ⟨γὰρ⟩ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπία Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα (Od. 1. 28), ὁ δὲ Ποσειδῶν νῦν ⟨ἐνεργεῖ⟩.

11. καὶ γὰρ ὃ θαυμάζων] θεωρῶν, “ἱστάμεναι θαύμαζον (Il. 18. [*](B -) 496) καὶ “ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν” (Il. 2. 320)· γρα- φικῶς δὲ ἔχουσιν οἱ δύο θεοὶ ἀπὸ τῶν ὀρῶν θεώμενοι.

12. ὑψοῦ] πιθανῶς τὸ “ὑψοῦ,” ὥστε πάντα καταθεάσασθαι.

Σάμου—Θρηικίης] πρὸς ἀντιδιαστολὴν διὰ τὴν πρὸς Ἰθάκῃ, [*](Β-) ἣν Σάμην καλεῖ (Il. 2. 634)· ἔστι δὲ καὶ ἄλλη Σάμος περὶ Μυκαλησσόν, καὶ τρίτη ἐν Πελοποννήσῳ περὶ τὴν Τριφυλίαν.

Σάμου] Ἀρίσταρχος ὄρος ὁμώνυμον τῇ νήσῳ, οἳ δὲ ὑψηλοτέραν [*](A+) εἶναι τὴν Σάμον τοῦ Ἄθω· οὐκ ἀπίθανος δὲ καὶ ἡ δίχα τοῦ μ γραφὴ “Σάου·” τὴν γὰρ Σαώκην τὸ ὄρος παραδηλοῦσθαί φασιν.

15. ἔνʼ ἄρʼ γε] τρεῖς παράλληλοι ⟨ὀξεῖαι⟩.

[*](A+)

ἕζετο] οὐ νῦν ἕζετο, ἀλλʼ ὅτε ἐκάκου τὰ Ἑλληνικὰ ὁ Ζεύς. [*](B=) ἔδει οὖν πρῶτον εἰπεῖν ὅτι ἐκάθισεν, εἶδ᾿ οὕτως ὅτι ἑώρα τὴν μάχην.

17. * παιπαλόεντος] ἀντὶ γενικῶν. §. ἐκτροπὰς ἔχοντος ὥ⟨τε⟩ πλανᾶσθαι.

18. κραιπνὰ ποσὶ προβιβάς] πῶς οὖν ἔφη καὶ “τρὶς μὲν ὀρέ- [*](B=) ξατο” (20); ἢ ἀντὶ τοῦ πρόθυμα καὶ σπουδαῖα.

τρέμε δʼ οὔρεα] ἐνοσίχθων γάρ ἐστιν. Δία δὲ οὐδέποτε κατιόντα καὶ μεταμορφούμενον ποιεῖ.

20. τρὶς μὲν ὀρέξατο] ὑπερφυῶς τοσαύτην θάλασσαν καὶ ἔθνη [*](B-) τρισὶ βήμασι παρῆλθεν. ὑπερβαλέσθαι δὲ τοῦτο θελήσας Πίνδαρος εἰς ὑπόνοιαν ἧκε ψεύδους, “βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ ἅρπασε” (Pyth. 3. 43).

ἵκετο τέκμωρ] ἐπὶ τὸ τέλος τῆς ὁδοῦ παρεγένετο τὰς Αἰγάς. §.

τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, παρὸν ἐν Τροία εὐθὺς γε- [*](AB -) νέσθαι τὴν σαμοθρᾴκην καταλιπόντι; ἴσως οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος, ἢ ὁπλιεῖται ὡς οὐκ ἀνεξομένου [*](1. ἀλεός ἀλαός B ‖ 3, 5. supplevi ex B ‖ 6. ἱστάμενοι ut B 7. δὲ ἑσταῶτες ‖ 10. Ἱθάκην ‖ 14. μ A: ν ‖ 15. Σάου· τὴν A: σαυτήν ‖ 12. Μυκα- λησσόν etiam Steph. Byz. s. v., ubi Μυκάλην coni. Meiueke; Μυκάλην coni. W 4 16. supplevi ex A ‖ 19. γενικῶν corruptum ‖ 21. ἔφη scripsi cf. B; ἔχει ‖ 23. Δία W: διὰ ‖ 26. ὑπερβαλεῖσθαι ‖ 30. παρὼν ‖ 32. ἀνεξομένου Schrader: ἀνεξόμενος)

4
Διός, ἢ τῷ ἐπιτερπεῖ τῆς φράσεως τὸ τῆς μάχης στυγνὸν διαλύει, ἢ ἀναχωρεῖ ὅπως μὴ ὑπόνοιαν δῷ τοῖς Τρωικοῖς ⟨ἐπελευσόμενος⟩.

[*](A +)

21. Αἰγάς, ἔνθα δέ οἱ] ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ γίνεται· κατὰ γὰρ τὰς ἐτησίους τοῦ Διονύσου τελετὰς ὀργιαζουσῶν τῶνμυστίδων γυναικῶν βλαστάνουσιν αἱ καλούμεναιἐφήμεροι ἄμπελοι, αἵτινες ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτʼ αὖ πάλιν βότρυας βαρυτάτους, καὶ τούτους πρὸ μεσημβρίας πεπαίνουσι, πρὸς δὲ τὴν ἑσπέραν δρεπόμεναι ἄκρατον χορηγοῦσι δαψιλῆ ταῖς ἀπὸ τοῦ χοροῦ παρθένοις. οὐδεμία δὲ ἔνδεια γίνεται αὐτοῦ κατὰ τὴν ἐχομένην ἡμέραν, ἀλλʼ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύται· Νικοκράτης δὲ ἐν τῷ περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητήν, ἀλλʼ ἑτέραν τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἢν καὶ παραδοξολογία τις εἶναι μυθεύεται· τοὺς γὰρ προσορμίζοντας τῃ νήσῳ νυκτὸς ἅπαντας ἀφανεῖς γενέσθαι· διὸ μηδὲ προσπελάζειν τινά.

[*](B=)

κλυτὰ〈δώματα βένθεσι λίμνης〉]τινὲς ὑποκλυζόμενα ὑπὸ θαλάσ σης· οἳ δέ, διὰ τὴν δύναμιν τοῦ θεοῦ ἐν μέσῃ θαλάσσῃ εἶναι τὸ ἱερόν. καὶ τῷ βάθει τὸ ἄπιστον ἐκάλυψεν.

22. χρύσεα] ἐπεὶ Ἥφαιστος αὐτὰ ἐποίησεν, ὅτε Θέτις καὶ Εὐ- ρυνόμη αὐτὸν ὑπεδέξαντο πεσόντα (Il. 18. 398).

[*](B-)

23. 〈ὑπʼ ὄχεσφι〉 τιτύσκετο] ὑποζευγνὺς τοῖς ὄχεσιν εὐτρέπιζεν. οἳ δὲ παρὰ τὸ τεύχω· “Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ” (Il.

[*](B ~)

21. 342). §. διὰ τί δὲ τοὺς ἵππους καταλιμπάνει αὐτοῦ καὶ θᾶττον βαδίζει (34): ἢ οὖν καλ〈λ〉ιγραφῆσαι βούλεται ὁ ποιητὴς τὴν ὁδὸν αὐτοῦ, ἢ προπαρασκευάζεται τῷ Διὶ ⟨μαχούμενος⟩. §. “χαλκόποδε” δὲ ἠχόποδας, “ἐρίγδουποι πόδες ἵππων” (Il. 11. 152). 9. εἰσὶν Ἐριώ- λης καὶ Γλαῦκος, ἢ ἐγκέλαδος καὶ Σθένιος.

25. χρυσὸν δʼ αὐτὸς ἔδυνε] ἀλλʼ ὁρᾶταί φησιν ὑπὸ Διός· οὐκ ἴσασι δὲ ὅτι καιρῷ τηρεῖ αὐτοῦ τὴν ἀπουσίαν.

[*](B=)

χρυσὸν δʼ αὐτός] πάντα ποιητικά· ἀπὸ γὰρ τῆς παρʼ ἡμῖν τιμω- μένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα ⟨τὰ⟩ δώματα ⟨καὶ⟩ χρυσᾶς τὰς ἐθείρας τῶν ἵππων. καὶ χρυσὸν αὐτὸς ἀναλαμβάνει, του- [*](3. Ἀχαίας ἐν Πελοποννήσῳ A ‖ 7. καὶ τοὺς ‖ 8. τρεπόμενος, cf. Paris. 3060 (Dind. III p. 3) ‖ χορηγοῦσι Eust.: χορηγεῖ ‖ δαψιλῆ Eust.: δαψιλὲς ‖ 9. ὑπʼ post γ. omisi ‖ 9, 10. κατεχομένην τὴν ἐχομένην: corr, W 16. ὑπὸ scripsi: ἐπὶ ‖ 18. τῷ δὲ β. B ‖ 23, 24. καταλιμπάνων αὐτοὺς κ. θ. βαδίζων ‖ 25. suppl. cf. B ‖ 27. Σθένων legit Eust. ‖ 30. schol. post p. 5 l. 21 scriptum ‖ 31. supplevi ex B)

5
τέστι πανοπλίαν χρυσῆν, καὶ μάστιγα χρυσῆν· καὶ ἑξῆς τοῖς ἵπποις περιέβαλε πέδας χρυσᾶς. §. ὥσπερ καὶ τὰ στερεά, “σιδηρέῳ ἄξονι ἀμφίς” (Il. 5. 723).

26. *χρυσείην] χρυσῇ λαβῇ χρωμένην.

27. βῆ δʼ ἐλάαν] ὡς “μάστιξεν δʼ ἐλάαν” (ib. 366) λείποντος τοῦ ‘ὥστε,ʼ ⟨ὥστε⟩ ἐλάαν. ἢ τὸ “ἐλάαν” ἀντὶ τοῦ ἐλάων, ὅ ἐστιν ἐλάσων. §. τὸδὲ“ἄταλ〈λ〉ε” ἐσκίρτα, ἀπὸ τῶν νηπίων· ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος [*](AB -) διανύοντος (Od. 5. 51) οὐδὲν τοιοῦτον· τῷ δὲ θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα· ἀλλʼ οὐδὲ αὐτός, ὅτε ἄνεισιν ἐξ Αἰθιοπίας θυμούμενος (ib. 282).

*ὑπ᾿ αὐτοῦ] δι᾿ αὐτόν, ὡς “ὑπὸ τῆς νόσου ἀδυναμεῖ.” §. τινὲς δὲ [*](A- B=) γράφουσιν “ὐπʼ αὐτῷ” τῷ δίφρῳ.

[*](A-)

28. ⟨πάντοθεν⟩ ἐκ κευθμῶν] οἳ μὲν συγκοπήν, οἱ δὲ ὅ〈τι〉 κευθμός [*](B-) ὡς τεθμός, Ἰακῶς, ὡς βαθύλειμος βαθυλείμων. §. ταῦτά εἰσι τὰ [*](AB=) εἰς θεν τῷ ὁ παραληγόμενα καὶ προπαροξυνόμενα, οἴκοθεν ἄλλοθεν ἑκάστοθεν ἔνδοθεν ἀπόπροθεν ἔκτοθεν πάντοθεν.

29. γηθοσύνῃ ⟨δέ⟩] Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν, ὡς “ψάμμῳ [*](A + B-) κυανέῃ” (Od. 12. 243), ὁ μέντοι Ἡρωδιανὸς διὰ πολλῶν αὐτὴν δοτικὴν ἀποδείκνυσιν, οἱ δὲ “γηθόσυνα” τὰ κήτη, ⟨εἶτα “ἡ δέ”⟩. §.

γηθοσύνη δέ.” τόπον παρεῖχε τῷ θεῷ, φησίν, ἡ θάλασσα καὶ οὐκ [*](B=) ἀνθίστατο κυμαίνουσα.

διίστατο] ὡδοποίει. §. καὶ τί θαῦμα; καὶ γὰρ Ἀλεξάνδρῳ φησὶ [*](B=) τὸ κατὰ Παμφυλίαν πέλαγος Καλ〈λ〉ισθένης.

30. * ὑπένερθε] κάτωθεν.

31. ἐύσκαρθμοι] εὗ σκαίροντες ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν δρό- [*](A+ B=) μον σκαρθμὸν ὀνομάζουσιν, ὅ ἐστι ταχεῖς.

32. * σπέος] ἀφώτιστον, παρὰ τὴν σβέσιν.

33. Τενέδοιο] ἡ Τένεδος Τρίοδος καλεῖται· ἔστι γὰρ μέση [*](A+) Αἰγαίου, Ἑλλησπόντου, μέλανος κόλπου.

34. * ἔνθʼ ἵππους] ἄτοπον γὰρ τὸν ὁμοιωθησόμενον Κάλχαντι θεῖον ἔχειν ἄρμα. ἢ πρὸς τὸ Δία λαθεῖν.