Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

35. βάλεν εἶδαρ] κομίσας δηλονότι· οὐ γὰρ φύει ἡ θάλασσα· πάσης δὲ ἡμᾶς ἀπέχει μαλακίας καὶ θεοὺς εἰσάγων αὐτουργοῦντας.

[*](1. μἀστιχα ‖ 2. περιβάλλει B ‖ 5. αὐτίκα ὡς ante λ. omisi ‖ 6. iteratur * ἐλάαν] ἐλάων ‖ 14. τευθμός: corr. ‖ 15. ἔντοθεν post οἴκοθεν omisi ut A B 19. supplevi ex A ‖ 23. Παμφύλιον ‖ 29. Αἰγαίωνος)
6
[*](B=)

37. *ἀρρήκτους ἀλύτους] διχῶς γὰρ δεσμὸς ἀφανίζεται, ἢ ῥήξει ἢ λύσει· ἄμφω οὖν παρέλαβεν.

39. Τρῶες δὲ φλογὶ ἶσοι] ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν λόγον— “οἳ δἒ—ἐσέχυντι—νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύ- χθη” (Il. 12. 469)—καίτοι ἐκεῖνο πλησίον ἦν δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν” (38) καὶ τάδʼ ἔπραττεν. ἀλλʼ ἡ διαίρεσις ἐπὶ τοὺς Τρῶας γέγονεν, ἵνʼ ἐπιζεύξειεν “ἀλλὰ Ποσειδάων — Ἀργείους ὤτρυ- νε”(43).

[*](B=)

φλογὶ ἶσοι—ἡὲ θυέλλῃ] πρὸς τὸ εὐκίνητον ἁρπακτικὸν ἠχητικόν, ἅμα δὲ καὶ πρὸς τὴν ἄλογον ὁρμήν· ὅθεν οὐδὲ ἐμψύχοις ἀπείκασεν, οἷον λέουσιν ἢ λύκοις· ἀκόλουθα δὲ καὶ τὰ ἐπιφερόμενα ὀνόματα· ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται.

[*](B-)

41. ἄβρομοι αὐίαχοι] φύσει γὰρ ὄντες θορυβώδεις προσθορυβοῦσι τῇ νίκῃ· ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρὸς, τὴν δὲ ἰαχὴν ἀπὸ τῆς θυέλλης· “οὔτε πυρὸς τόσ〈σ〉ος γε ποτὶ βρόμος” (Il. 14. 396).

[*](A+)

αὐίαχοι] οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν, οἱ δὲ ἐξαιρεθέντος τοῦ ν τὸ υ προσελθεῖν, ὡς ἀγανός ἀγαυός, κατάξαντες καυάξαντες· οἳ δὲ “ἀίαχοι,” κατʼ ἐπίτασιν ὄντος τοῦ ᾱ, εἶτα πλεονάσαι τὸ υ.

[*](B=)

43. ἀλλὰ Ποσειδάων] τὰ ἐναντία δύο ἔλαβεν· δύο γάρ εἰσιν ὧν χρὴ προΐστασθαι, τῶν ἀσθενῶν πρὸς διόρθωσιν καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν.

[*](B-)

45. εἰσάμενος Κάλχαντι] ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατὰ Ἀγαμέμ- νονος μέλλει λέγειν, πρὸς τὸ πιστωθῆναι Κάλχαντι εἴκασται· οἳ δέ, ὅτι ὁ ποιήσας τὸ ἐν Εὐβοίᾳ ἱερὸν Κάλχαντος ἀδελφὸς ἦν.

ἀτειρέα φωνήν] οἳ μέν, ὅτι καὶ τῶν κηρύκων τῶν ἐννέα εἴς ἦν ὁ Κάλχας· οἳ δέ, τὴν ἑαυτοῦ θείαν φωνήν.

46. *μεμαῶτε] τοῦ σῴζειν ἢ μάχεσθαι.

47. * σφῷ μέν κε σαώσετε] περισσὸς ὁ “κέ.”

[*](B=)

49. * ἄλλῃ] κατʼ ἄλλην τάξιν· πένταχα γὰρ ἤσαν κοσμηθέντες.

50. τεῖχος ὑπερκατέβησαν ὁμίλῳ] ὑπερβάντες καθείλοντο. §. τὸ [*](A +) δὲ “ἕξουσιν” Ἀριστοφάνης “σχήσουσιν” γράφει (51).

52. τῇ δὲ δή] κατὰ ταύτην τὴν τάξιν.

[*](B=)

περιδείδια] ὑπερδέδια. §. οὐκ ἀναστρέφεται δὲ ἡ “περί,” ὅτε τὸ [*](A + B=) περισσῶς δηλοῖ.

[*](2. ἄ. δὲ συμπεριέλαβεν B ‖ 6. καὶ τάδʼ vel καὶ τάδε καὶ τάδʼ W; κατὰ δʼ ‖ 9. τὸ A: τοῦ ‖ 13. πλέον θορυβοῦσι B, προσέλαβε ‖ 14. τῆ νίκῃ B: τὴν νίκην || 17. ἀγανός D: ἀγαθός ut B 20. περὶ pro πρὸς coni. ‖ 29. παράταξιν B)
7

53. ᾗ ῥ᾿ ὅ γʼ ὁ λυσσώδης] τινὲς “ᾗ ὅ γε“ ἀντὶ τοῦ τι ὥς φαμεν· ‘ᾗ ὸμόσας μοι παρέβη.ʼ §. λύσσα δὲ παρὰ τὸ λελύσθαι τὰς φρένας.

[*](B=)

54. ὃς Διὸς εὔχεται] φησὶ γὰρ “τιοίμην δʼ, ὡς τίετʼ Ἀθηναίη [*](B +) καὶ Ἀπόλλων” (Il. 8. 540).

55. * ὧδε] οὕτως ὡς νῦν ὑπομένετε.

57. * ἐρωήσαιτε] ἡσυχάσαι ποιήσαιτε.

58. *τοῦτό ἐστι 〈πρὸςτὸ〉“Διὶ δὲ κρατερῶς ἐνεμέσ〈σ〉α” (16).

59. ἥ, ⟨καὶ⟩ σκηπανίῳ] Κυρηναῖοι οὕτω τὸ σκῆπτρον. σκῆπ- [*](B-) τρον δὲ καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα. ἢ ὅτι ἐσκηπτροφόρουν οἱ μάντεις. §. σημειωτέον δὲ ὅτι θεὸς Αἴαντι τῷ Τελαμωνίῳ βοηθεῖ.

60. κεκοπώς] ὡς πεπληγώς. §. αἱ δὲ Ἀριστάρχου διχῶς “κεκοπώς” [*](Α +) καὶ “κεκοφώς·” ἐν δὲ τῆ χίᾳ “κεκοπών.”

κεκοπώς] λεληθότως· ἀμέλει θαυμάζουσιν αὐτοί.

[*](A+)

61. ἐντεῦθεν μετατίθεται εἰς τὸν ἐπιτάφιον (Il. 23. 772), καὶ γίνεται ψεῦδος καὶ ἄτοπον· ἔστι δὲ ὅμοιον τῷ “ὡς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα” (Od. 3. 62). ἀρκεῖ δὲ τὸ “πλῆσεν μένεος κρατεροῖο” (60).

62. αὐτὸς δʼ, ὧς τʼ ἴρηξ] παραβολικός, οὐ φανταστικὸς ὁ λόγος.

[*]( B=)

63. ἀπʼ αἰγίλιπος πέτρης] ἐφʼ ὕψους γὰρ ἔστηκε θηρᾶν μέλλων.

[*](B=)

64. ὄρνεον ἄλλο] ἕτερον ⟨τῷ⟩ εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ [*](B=) ἅπτεται. §. τῷ δὲ “πεδίοιο” λείπει ἡ ὑπέρ. §. ἔστι δέ, “ὡς δʼ ὑπὸ [*](A=) δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι” (Il. 21. 22).

65. ὣς ἀπὸ τῶν ἤιξε] θέλει ἐπιγνωσθῆναι, ἵνα ἐλπίσαντες προ- θυμότεροι γένωνται.

66. ἔγνω πρόσθεν Ὀιλῆος] ὡς ἰδίαν ἔχων δύναμιν οὐ ταχέως [*](B-) ᾔσθετο τῆς ἐπικουρίας· ὡς δὲ ἀσθενέστερος ὁ Λοκρὸς ἐπέγνω ταχύ· ἢ ὅτι νωθὴς ὁ Τελαμώνιος, ὃ δὲ ὀξύτερος.

68. ἐπεί τις νῶι θεῶν] παρέλκει ἡ “ἐπ〈ε〉ί·” ἡ ὅμοιόν ἐστι τῷ “ἐπεί με κατʼ αἶσαν ἐνείκεσας” (Il. 3. 59).

69. μάντ〈ε〉ι εἰδόμενος] οὐ διαιρεῖ, ὡς τὸ “ἀίδρει φωτὶ ἐοικώς” (ib. 219).

παρὰ νηυσὶ μάχεσθαι] τὸ “μάχεσθαι” συναπτέον τῷ “καὶ ⟨δʼ⟩ [*](A=) ἐμοὶ αὐτῷ θυμός” (73), τὰ δὲ ἄλλα διὰ μέσου.

[*](1. ἦρ’ ‖ ἡ ὅγε ‖ 2. ὀμ. ‖ supra εἴκ. ἀθανάτοισι v. 53 add. pr. ἡγεμονεύει ‖ 11. Ἀρίσταρχος Eust., Ἀριστοφάνης A ‖ 12. κεκοφὼς A Eust.: τετυφώς ‖ 13. post αὐτοὶ omisi ἀμφοτέρω :— ‖ 14. lemma κεκοπὼς πλῆσεν μένεος κρα- τεροῖο (60) omisi ‖ 15. γίνεται Bekker: γρ. ‖ ἔπειθ᾿ ‖ 20. supplevi ex B ‖ 21. τῷ scripsi: τὸ ‖ 23. ἴηξεν ‖ 30. μάντει textus ‖ ὥστε ἀ.)
8

70. **οὐδʼ ὅ γε] ὁ “δέ” ἐντὶ τοῦ γάρ.

[*](B -)

71. ἴχνια γἂρ μετόπισθε] ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν ποδῶν ἔγνων, φησί, μὴ ἀπομαξαμένας ἴχνος. §. τὸ δὲ “ῥεῖα” πρὸς [*](B-) τὸ “ἀπιόντος” (72)· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός. καὶ συνῳδὸν τὸ τάχος τῷ “αὐτὸς δ᾿, ὥς τ᾿ ἴρηξ” (62). 9. ἴχωιον δὲ παρὰ τὸ ἥξω ἷγμαι [*](A -) ἴγνιον ἴχνιον, ὡς παίγνιον· προπαροξυτονητέον δέ. οὐ γάρ ἐστιν ὑπο- κοριστικόν, ἐπεὶ ἔδει ὡς “ἑρκίον αὐτλῆς” (Od. 18. 102) παροξύνεσθαι. [*](A=) §. γράφε〈τα〉ικαὶ “ἴθματα.” Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης “ἴχματα.”

73. *θυμὸς ἐνὶ στήθεσσι] ὁ ἐντὸς στέρνων θυμός.

75. μαιμώωσι] ἀντὶ τοῦ αἱμώωσι.