Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

688. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε] συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως, ἄλλως τε ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς 25 λοιπούς.

[*](A=)

ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε] τούτους 25 (688–692) Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος τὸν “αὔριον—᾿᾿ (692) μόνον.

[*](B=)

690. Φοῖνιξ δʼ αὖθʼ ὁ γέρων κατελέξατο] οὐχ ὡς πρεσβεύσαντος τοῦ Φοίνικος, ἀλλʼ εἰς πίστιν τοῦ 〈ἀπο〉πλευσεῖσθαι.

[*](Α=)

694. μῦθον ἀγασσάμενοι] Ζηνόδοτος τὸν στίχον οὐ γράφει, Ἀρίσταρχος δὲ ἀθετεῖ.

[*](B=)

697. Ἀτρείδη κύδιστε —μὴ ὄφελες λίσσεσθαι] οὐδὲ ὅλως ἐσχη- μάτισε τὸν λόγον πρὸς Νέστορα εἰπόντα “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (56), ἀλλʼ ὡς συναλγῶν Ἀγαμέμνονι ταῦτά φησιν.

[*](9. supplevi ex B ‖ 18. αἰσχύνοιτο ut B ‖ 19. μαχέσονται ‖ 24. διὰ ante τὸ add. B ‖ 29. τοῦ B: ὅτι || supplevi ex B)
341

699. μυρία δῶρα διδούς] ἐπαινεῖ τὴν προαίρεσιν ὡς ὑπὲρ τῶν [*](B=) Ἀχαιῶν πολλὰ παρασχόντος.

708. * ἐχέμεν] ἀντὶ τοῦ ‘ ἔχε σύ,ʼ ὦ βασιλεῦ δηλονότι.

709. καὶ δʼ αὐτὸς ἐν〈ὶ〉 πρώτοισι μάχεσθαι] στρατηγικῶς, πρὸς [*](B+) τὸ καταπλῆξαι τοὺς ἐναντίους τῷ πρόθυμον γενέσθαι τὸν βασιλέα.

711. * ἀγασσάμενοι] γράφεται “ φρασσάμενοι.”

712. * σπείσαντες] Ἑρμῇ δηλονότι.

Φασὶ τὴν ῥαψῳδίαν ὑφʼ Ὁμήρου ἰδίᾳ τετάχθαι καὶ μὴ εἶναι μέρος τῆς Ἰλιάδος, ὑπὸ δὲ Πεισιστράτου τετάχθαι εἰς τὴν ποίησιν. §. ἀγρυπνεῖ δὲ ὁ στρατηγὸς πρῶτα μέν, ὅτι τοὺς πρώην πολιορκουμένους [*](B=) πολιορκοῦντας ὁρᾷ, καὶ ὅτι ἡ εἰς Ἀχιλλέα ἐλπὶς ἐξε〈κέ〉κοπτο, οὗ μάλιστα τὴν αἰτίαν εἶχεν. ἀκήκοε δὲ καὶ τοῦ ὀνείρου λέγοντος “οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα” (Ιl. 2. 24). τὰ μὲν γὰρ ἄλλα τῆς τύχης, τοῦ δὲ ἀμελεῖν ἡ αἰτία ἀπαραίτητος τοῖς στρατη- γοῖς· πολλῶν δὲ κατὰ τὴν ποίησιν διηνυσμένων μετὰ μάχας ἱππικὰς καὶ πεζάς, θεῶν, τρώσεις μονομαχίας, δημηγορίας, ἐκκλησίας, ἀνδρῶν τε καὶ θεῶν πρεσβείας καὶ μέχρι τῆς Ἴδης καταγαγὼν τὸν Δία καὶ ἀστραπαῖς καὶ κεραυνοῖς ποιήσας λειπόμενον τὸ Ἑλληνικὸν ἐπʼ ἄλλο εἶδος τρέπεται ὁ ποιητὴς διὰ δόλου καὶ νυκτὸς ἀναπληρῶν τὴν μεθʼ ἡμέραν ἀτυχίαν τῶν Ἑλλήνων.

1. ἄλλοι μὲν παρὰ νηυσίν] οἱ γὰρ φύλακες ἔξω νεῶν ἦσαν.

[*](Α+Β=)

2. εὗδον παννύχιοι] ὡς καὶ “ πανημέριοι” (Ιl. 1. 472)· καὶ [*](Α+) “παννυχίη γάρ μοι Πατροκλῆος” (Ιl. 23. 105). §. “μαλακῷ” δὲ [*](B+) “ὕπνῳ” τῷ μαλάσσοντι.

4. πολλὰ φρεσὶν ὁρμαίνοντα] τὸ πολυμερὲς καὶ ἀπέραντον τῆς [*](B=) φροντίδος ἄκρως ὑπέγραψεν.

5. ὡς δʼ ὅταν ἀστράπτῃ] πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ [*](Β–) σκέμματος γίνεσθαι τοὺς στεναγμούς. μεγαλοπρεπῶς δὲ τὸν τῆς Ἑλλάδος στρατηγὸν εἴκασε τῷ μεγίστῳ τῶν θεῶν· ἐπὶ δὲ Ὀδυσσέως πτωχοῦ σχῆμα περικειμένου ταπεινὴν ἔθηκε τὴν εἰκόνα, “ὡς δʼ ὅτε γαστέρʼ ἀνήρ” (Od. 20. 25).

[*](8. addidi: ἰλιάδος ἀρχὴ τῆς κ textui inscriptum ‖ 9. ὑφʼ Eust. : ἐφʼ ‖ 12. supplevi ex B ‖ οὖ scripsi: ἦς ut B || 22. post ἦσαν add. sec. οἶς τὸ ἐγρηγορέναι ἀναγκαῖον ut A B 2 ‖ 28. διαπύρως καὶ ὀξέως B; διάπυρον καὶ ὀξὺ)
342
[*](A+ B=)

6. τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν 〈ἢ νιφετόν〉] [*](A+ B=) τὸ “ἀθέσφατον” τῷ “χάλαζαν” συναπτέον. §. ὄμβρος ὑετός, χάλαζα τὸ παχὺ ὕδωρ, νιφετὸς τὸ λεπτομερές· διὸ ἐπάγει “ἐπά- λυνεν,” ἐπέπασσεν· πασπάλη γὰρ ἡ πιτυρίς.

[*](B-)

8. μεγὰ στόμα πευκεδανοῖο] “στόμα·” φθαρτικὸν γὰρ τῶν δι᾿ αὐτοῦ φερομένων σιτίων, καὶ τοῦ πολέμου τὸ στόμα φθαρτικὸν τῶν σωμάτων· πικρὸς δὲ ὁ πέλεμος —ὅπερ δηλοῖ τὸ “πευκεδανοῖο” —διὰ τοὺς ἀναιρουμένους.

[*](A B=)

10. νειόθεν ἐκ κραδίης] ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινη- θεὶς Φιλότιμος ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν ἤρ- τηται.

[*](A+)

τρομέοντο δέ οἱ φρένες ἐντός] Ζηνόδοτος “φοβέοντο,” κακῶς. φησὶ γοῦν “ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος” (25).

[*](A + B=)

11. ὅτʼ ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειεν] ἢ ὅτι ἐφʼ ὕψους ἡ βασιλικὴ σκηνή, ἢ ὅτι οἱ Τρῶες “ἐπὶ θρωσμῷ πεδίοιο” (160). ἔνιοι τὸ “ἀθρή- σειεν” ἐπὶ τοῦ νοῦ ἀκούουσιν· ἀλλὰ προσέθηκεν ἂν τὸ φρεσίν, ὡς ἐκεῖ “ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δα〈ε〉ίω” (Il. 21. 61) καὶ “ὀσσόμενος πατέῤ ἐσθλὸν ἐνὶ φρεσίν” (Od. 1. 115).

12. Ἰλιόθι πρό] κατὰ παρολκὴν ἡ παραγωγή· δηλοῖ γὰρ τὸ Ἰλίου, ὡς τὸ “οὐρανόθι πρό” (Il. 3. 3) καὶ “ἐγγύθεν ἦλθε” (Il. 7. 219).

[*](A+)

13. αὐλῶν συρίγγων τʼ ἐνοπήν] τινὲς “αὐλῶν συρίγγων,” ἵνʼ ᾖ εἶδος αὐλοῦ ἡ σῦριγξ· ἀλλὰ καὶ ἐν τῇ Ὁπλοποιίᾳ φησὶν “αὐλοὶ σύριγγές τε” (Il. 18. 495). §. οὐχʼ Ἑλληνικὸν δὲ οἱ αὐλοί· οὔτε γὰρ Φαίακες οὔτε μνηστῆρες οὔτε εἰς τοὺς γάμους Ἑρμιόνης (Od. 4. 17) οὔτε Πηνελόπης (Od. 23. 143) ἐχρῶντο τούτοις. τὴν βαρβάρων δὲ ἄγνοιαν κωμῳδεῖ ἐν τοιούτῳ καιρῷ μουσικευομένων ἐπὶ τοσούτων πτωμάτων καὶ οὐ μᾶλλον τῷ κοιμᾶσθαι ποριζομένων ἰσχὺν εἰς τὴν αὔριον.

[*](B -)

14. καὶ λαὸν Ἀχαιῶν] πανταχόθεν τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει· εἰ δὲ καὶ ἀνδραποδώδη ποιεῖ, τὸν σκότον ἔχει προκάλυμμα· οὐκ ἐπεξῆλθε δέ, ὅσα περὶ τοὺς Ἕλληνας ἦν δεδοικότας, ἀλλ᾿ ἠρκέσθη τῇ [*](3. λεπτομερέστερον B ‖ 4. ἡ γυρίς B ‖ iteratur *ἐπάλυνεν] ἐπέλασσεν (corr. ἐπέπασσεν) ‖ 11. σοφιστὴς post Φ. add. A ‖ 16. lemmati prae- scripsit sec. λύσις ‖ 30. οὐ scripsi: μὴ ‖ 34. δεδοικώς B)

343
τῶν εὐημερούντων διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατά- στασιν· ἀεὶ γὰρ φιλέλλην ὁ ποιητής.