Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

652. *Μυρμιδόνων ἐπί τε κλισίας] ἔσχαται γὰρ αὗται.

653. σμῦξαι πυρὶ νῆας] σμύχειν ἐστὶ τὸ καπνὸν διὰ τοῦ πυρὸς [*](AB=) ἀνιέναι, ὃ καὶ τύφειν λέγεται.

655. σχήσεσθαι ὀίω] “ὀίω” ἦθος ἐμφαίνει, καὶ διὰ τὸ ἄδηλον τῶν μελλόντων ἀσφαλῶς εἴρηται.

656. ὣς ἔφαθʼ· οἳ δὲ ἕκαστος] Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν [*](B=) προσκρούσας Ἀχιλλεῖ ὕστερον μὴ πείσῃ.

657. σπείσαντες] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου “λείψαντες.”

[*](A+)

658. * Πάτροκλος δὲ—κέλευσεν] καλῶς, οὐ παρόντων ἐκείνων.

660. στόρεσαν λέχος, ὡς ἐκέλευεν] Ζηνόδοτος “ἐγκονέουσαι.”

661. κώεά 〈τε〉 ῥῆγός τε λίνοιό 〈τε〉 λεπτὸν ἄωτον] οἰκεία 〈ἡ〉 [*](A=B–) κοίτη 〈τῷ〉 γέροντι. καὶ ὁ Νέστωρ καθεύδει “εὐνῇ ἔνι μαλακῇ ” (Il. 10. 75), οἱ δὲ ἑταῖροι τοῦ Διομήδους “ὑπὸ κρασὶν 〈δʼ〉 ἔχον ἀσπίδας” (ib. 152) καὶ αὐτὸς ῥινὸν ὑπέστρωτο “βοὸς ἀγραύλοιο” (ib. 155).

ῥῆγός τε]ῥῆξαι τὸ βάψαι· βαπτὸν οὖν περιβόλαιόν φησιν· οἳ δὲ τάπητα.

[*](A B+)

664. *παρκατέλεκτο] ὡς τούτου νενομισμένου.

665. * Φόρβας βασιλεὺς Λέσβου.

668. Σκῦρον ἑλών] οἱ μὲν νεώτεροι ἐκεῖ τὸν παρθενῶνά φασιν, ἔνθα τὸν Ἀχιλλέα ἐν παρθένου σχήματι τῇ Δηιδαμείᾳ 〈συγ〉κατα- κλίνουσιν, ὁ δὲ ποιητὴς ἡρωικῶς πανοπλίαν αὐτὸν ἐνδύσας εἰς τὴν Σκῦρον ἀπεβίβασεν οὐ παρθένων ἀλλʼ ἀνδρῶν διαπραξόμενον ἔργα, ἐξ ὧν καὶ τὰ λάφυρα δωρεῖται τοῖς συμμάχοις· εἷλε δὲ τὴν Σκῦρον, ὅτε εἰς Αὐλίδα ἐστρατολόγουν διὰ τὸ εἶναι ἐκεῖ Δόλοπας ἀπο- στάντας τῆς Πηλέως ἀρχῆς· “ἔπλεον εἰς Σκῦρον Δολοπηίδα” (Schneider Call. fr. adesp. 333)· τότε δὲ καὶ τὸν Νεοπτόλεμον ἐπαιδοποιήσατο· κ΄ δὲ ἔτη ἐστὶ πάσης τῆς παρασκευῆς τοῦ πολέμου, ὥστε δύναται ὁ Νεοπτόλεμος ὀκτωκαιδεκαέτης στρατεύειν.

[*](8. σμύχειν B: σμύξαι || 9. ἀνίεσθαι ὃ κ. τύφεσθαι ut AB ‖ 17, 18. supplevi ex AB || 22. νενομισμένον ‖ 25. παρακλίνουσιν coni. Horneius ‖ 26. ἡρωικὴν coni. 27. διαπραξάμενον || 33. ὀκτὼ καὶ δέκα ἔτη: corr. Horneius)
340
[*](A–)

Σκῦρον ἑλὼν— Ἐνυῆος πτολίεθρον] 〈Ἐνυεὺς〉 Διονύσου καὶ Ἀριάδνης, ὃς Κρῆτας ἀγαγὼν ἔκτισε τὴν πόλιν· οἳ δὲ ὁμωνύμους δύο Σκύρους φασίν. §. ὅτι περὶ Αὐλίδα ἡ Σκῦρος.

[*](B+)

671. ἀνασταδόν, ἔκ τʼ ἐρέοντο] προσδοκῶντες χρηστόν τι ἀκούειν.

[*](B+)

673. *πολύαινʼ Ὀδυσεῦ] καὶ Νέστωρ “ Ὀδυσσῆι 〈δὲ〉 μάλιστα᾿᾿ (180).

[*](B~)

674. ἦ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι] ἐμιμήσατο τὸν σπουδάζοντα τὸ καίριον μαθεῖν.

[*](AΒ=)

678. *〈καλῶς〉 τὸ〉 “σβέ〈σ〉σαι·” πυρώδης γὰρ ὁ θυμός.

679. σὲ δʼ ἀναίνεται] εὐσχημόνως οὐ κατῄσχυνε τὴν κόρην· διὰ γὰρ τοῦ “σέ ” ‘τὴν συγγένειάν σου᾿ δηλοῖ.

680. * αὐτὸν σὲ φράζεσθαι] ταῦτα γὰρ αὐτῷ εἶπεν (347).

[*](B=)

682. αὐτὸς δʼ ἠπείλησεν] καὶ μὴν Φοίνικι μὲν ἔλεγε “ φρασσό- μεθ᾿ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερα” (619), Αἴαντι δὲ “οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι— πρίν γʼ υἱὸν Πριάμοιο” (650)· ἀλλʼ ἴσως Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον ῥηθέντα (360) ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν “εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν” (688), ὅπως μὴ αἰσχύνηται Αἴαντος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως μαχέσωνται· ὅθεν καὶ παραινεῖ ὁ Διομήδης “καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους” (708)· ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ ἔπη.

684. παραμυθήσεσθαι] διὰ τοῦ ε.

685. οὐκέτι δήετε] οὐ ‘ δήομεν·᾿ μιμητικῶς γὰρ ἀπαγγέλλει.

[*](Α B=)