Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

579. πεντηκοντόγυον] ἐπίτηδες, ἵνα δείξῃ μείζονα τὰ Ἀγαμέμ- ΑB νονος δῶρα. §. γύη δὲ μέτρον γῆς· “τὰς πολυχρύσους γύας” (Eur. Bacch. 13) ἀντὶ τοῦ ἀρούρας.

[*](5. iteratur * ἳνα μὴ καταισχύνῃ Ἀχιλλέα μεγαλοφρονοῦντα ἐπὶ κράτει, εἶπε “τῶν τότε᾿᾿ || 8. iteratur *μήτηρ] ἡ Μάρπησ〈σ〉α ‖ 12. post. αὐτὴν add. τὴν Μάρπησσαν ut B: omisi ut A ‖ iteratur ad v. 564 * μιν] αὐτὴν τὴν Μάρπησσαν, ὅτε ἤρπασεν ὁ Ἀπόλλων ‖ 17. α in Προκάων non certum ‖ 18. supplevi ex A B ‖ 27. ἐν τῷ Μελεάγρῳ A, Οἰδίποδος ‖ 30. γύη A: γύης ‖ τὰς etiam codd. Euripidis, τοὺς coni. Elmsley)
335

580. ψιλὴν ἄροσιν] διὰ τοῦ σ, ψιλὴν γῆν· λείπει δὲ ἡ εἰς, εἰς [*](Α+Β=) ἄροσιν. “ψιλήν” δὲ ἀντὶ τοῦ ἄδενδρον.

583. σείων κολλητάς] διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις [*](A B=) μέσον ἦν τὸ τεῖχος· “σείων” δὲ πρᾴως κινῶν διὰ τὸ γῆρας.

584. πολλὰ δὲ—κασίγνηται] οὕτως Ἀρίσταρχος· ἔχει δὲ λόγον [*](A B–) καὶ τὸ “κασίγνητοι·” πλείους γάρ εἰσιν αὐτῷ ἀδελφοὶ καθʼ Ὅμηρον, “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν” (Ιl. 2. 641). δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκού- εσθαι, Γόργη καὶ Δηιάνειρα, Πολυξὼ καὶ Αὐτονόη.

καὶ πότνια μήτηρ] ἡ αἰτία τῆς ὀργῆς, ὡς καὶ Ἀγαμέμνων.

[*](B=)

586. οἵ οἱ κεδνότατοι] ὡς οἱ νῦν. πᾶν δὲ εὗρε πρόσωπον ἱκανὸν [*](B=) πρὸς πειθώ.

588. *ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο] ὅτε καὶ αὐτοῦ ἥψατο τὸ δεινόν.

590. ἐύζωνος παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ [*](Α Β=) πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή· ὅτι γὰρ οὐ γυναικοκρατεῖται, δῆλον· οὐ γὰρ ἐρωτικοῖς 〈αὐτὴ〉 ἐχρήσατο ῥήμασι, καὶ παυθέντος τοῦ θυμοῦ παρακαλεῖ.

593. πῦρ ἀμαθύνει] σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν ἄμαθον εἶπεν· [*](Α+Β–) “τύχε γάρ 〈ῥ᾿ 〉 ἀμάθοιο βαθείης” (Ιl. 5. 587).

594. *τέκνα δέ τʼ ἄλλοι ἄγουσι] ἔνιοι γράφουσι “τέκνα δὲ δήιοι [*](Α+) ἄγουσι.᾿᾿

598. εἴξας ᾧ θυμῷ] “εἴξας” πάλαι ὅτε ὠργίζετο, οὐ νῦν ὅτε [*](B=) ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν.

τῷ δʼ οὐκέτι δῶρʼ ἐτέλε〈σ〉σαν] τοὺς γὰρ ἀναγκαίους παρεὶς [*](B=) πέπεισται γυναικί,

600. *ἀλλὰ σύ] μόγις παρρησιάζεται· ὡς μέγα δὲ κακὸν ἀπεύ- [*](B=) χεται 〈αὐτῷ〉.

601, 2. κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμυνέμεν] ἐλέγχει, [*](Β=) ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει.

602, 3. ἀλλ᾿ ἐπὶ δώροις ἔρχεο] “ἐπὶ δώροις᾿᾿ ἀντὶ τοῦ μετὰ δώρων, λαβὼν τὰ δῶρα οὕτως ἔξελθε συμμαχήσων.

[*](1. σ A: ῖ ut B ‖ 5. οἱ Ἀριστάρχου A ‖ 7. οὐ γὰρ A: οἵ τʼ ἄρʼ ‖ 9. Γόργη A: Ὀργὴ ‖ Πολυξὼ Benseler: Πολυζὼ 13. ἅψεται || 17. sup- plevi ex B ‖ 18. πεφθέντος A ‖ 21. δῇοι Bekker ‖ 28. supplevi ex B)
336
[*](Α+Β–)

605. τιμῆς ἔσεαι] οἳ μέν, ὡς ἀναλώσας ἔχω, ἠνάλωκα, ἀντὶ τοῦ τιμηθήσῃ καὶ ἔσῃ τιμήεις —καὶ περισπᾶται διὰ τὸ “καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον” (Ιl. 18. 475)—Ἀρίσταρχος δέ, τῆς τιμῆς· διὸ ἐπάγει “〈οὔ τι με ταύτης〉 χρεὼ τιμῆς” (607, 8). τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.

[*](B=)

607, 8. οὔ τι με ταύτης χρεὼ τιμῆς] πρὸς τὸ εἰρημένον ὑπὸ Φοίνικος “ἶσον γάρ σε θεῷ τίσουσ〈ιν) Ἀχαιοί ” (603) φησὶν Ἀχιλλεὺς “οὔ τι με ταύτης χρεὼ τιμῆς —ἥ μʼ ἔξει,᾿᾿ ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμή, διʼ ἣν ἐγὼ μέχρι θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω. εἶπε γὰρ “ εἰ μέν κʼ αὖθι μένω〈ν〉 —ὤλετο μέν μοι νόστος” (412).

[*](B=)

608. τετιμῆσθαι Διὸς αἴσῃ] πιθανῶς τῇ παρὰ τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ χρῆται ταῖς εὐτυχίαις.

[*](B=)

612. μή μοι σύγχει θυμόν] ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν δὲ ἀφορμὴν διαβάλλει.

[*](Α+)

ὀδυρόμενος καὶ ἀχεύων] “ἐν〈ὶ〉 στήθεσ〈σ〉ιν ἀχεύων” οὕτως ἡ γραφή, οὐχὶ “ὀδυρόμενος.”

[*](A+)

614. ἵνα μή μοι ἀπέχθηαι φιλέοντι] “μή μοί ” ἐχρῆν ὀρθοτονεῖν, ἵνα ἀντιδιαστέ〈λ〉ληται Ἀγαμέμνονι.

[*](B=)

615. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν] δεῖγμα, ὅπως χρὴ διακεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις.

[*](B=)

616. ἶσον ἐμοὶ βασίλευε] κοινὰ γὰρ τὰ τῶν φίλων. ἅμα δὲ καὶ ἀντὶ τῆς χάριτος, ἣν λαβεῖν βούλεται ὁ Φοῖνιξ, ἑτέραν αὐτῷ μείζονα δίδωσι, τὴν δέησιν ἀποκρουόμενος αὐτοῦ.

καὶ ἥμισυ μείρεο τιμῆς] ἐδήλωσε τὸ “ἶσον ἐμοί. ”

[*](Β–)