Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

541. προθέλυμνα] τὰ ἄλλα ἐπʼ ἄλλοις προτιθέμενα, ὅ ἐστι συνεχῆ. φησὶ γοῦν καὶ “σάκος σάκεϊ προθελύμνῳ” (Il. 13. 130) καὶ “τετραθέλυμνον” (Il. 15. 479).

[*](B=)

542. καὶ αὐτοῖς ἄνθεσι μήλων] ἐξ ἑνὸς τὸ πᾶν· “καὶ μηλέαι” γὰρ “ἀγλαόκαρποι” (Od. 7.115). μηλοφόρον δὲ τιμῶσι τὴν Δήμητρα.

[*](B=)

543. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος] ἴσως ὅτι πρῶτος [*](1. μετοικῆσαι Str., κατοικοῦντας ‖ 4. ἦσαν post ἄλλοι ut A: omisi ‖ 2. καλέσαι Str., ὠνόμαζον ‖ add. 9. supplevi ex B ‖ 22. add. sec. hanc figuram sec. χωλιεύνην 〈corr. χλοεύνην ex Apoll. ἠ Αίτωλία Soph.〉 τινὰ ἤτοι〈legi ἴν/// 〉 τὸν παρὰ τὴν εὐνήν χωλ⌈όν⌋ ‖ 23. διὰ τοῦ ζ Πλευρώνιοι ἔρεξεν A ‖ 24. ἐριδμένωσιν ‖ 27. Καλυδώνιοι Κουρῆτες σάκκος || 30. Δήμητραν ut B)

333
ἔβαλεν· ἅμα δὲ καὶ ἡ Ἀταλάντη. “Μελέαγρος” δὲ παρὰ τὸ μέλειν τῆς ἄγρας· κυνηγοὶ γὰρ οἱ Αἰτωλοί.

546. πολλοὺς δὲ πυρῆς ἐπέβησε] οὐ ζῶν μόνον, ἀλλὰ καὶ τελευ [*](B=) τήσας διὰ τὴν ἐπʼ αὐτῷ μάχην. §. “ἀλεγεινῆς” δὲ πυρῆς, ἐπεὶ [*](B=) ἀλγοῦμεν ἐπὶ τοῖς τεθνεῶσιν.

547,8. “ἣδʼ ἀμφ᾿ αὐτῷ᾿᾿ καὶέξῆς “ἀμφὶσυὸς κεφαλῇ·᾿᾿ δείκνυσιδέ, [*](B=) ὅτι οἱ θεοβλαβεῖς περὶ τῶν οὐδενὸς ἀξίων διαφέρονται πρὸς ἀλλήλους. ἀμφὶ συὸς κεφαλῇ] ἐσιώπησε τὴν Ἀταλάντην αἰδούμενος τὸν B= Ἀχιλλέα.

551. οὐδὲ δύναντο] ὡς καὶ οὐδέποτε Τρῶες. §. Ἀριστοφάνης δὲ “οὐδʼ ἐθέλεσκον·” 〈καὶ ἔστιν) Ὁμηρικόν.

[*](Α+)

553, 4. ὅ〈ς〉 τε καὶ ἄλλων οἰδάνει] οἰδαίνεσθαι ποιεῖ, ὡς“μελάνειʼ᾿ [*](AB=) (Ιl. 7. 64)· καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πάθος, οἶδεν, ἀλλὰ περι- γίνεσθαι παραινεῖ, καὶ ἡμᾶς μὲν αὐτοῦ ἐκτρέπει, Ἀχιλλεῖ δὲ συγγινώσκει.

555. ἦ τοι ὃ μητρὶ φίλῃ] καθόλου· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ [*](B=) μήτηρ.

557. κούρῃ Μαρπήσ〈σ〉ης] Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατʼ ἐπί- [*](B=) κλησιν, γόνος δὲ Ποσειδῶνος, Λακεδαιμόνιος δὲ τὸ γένος, ἐπιθυμήσας γάμου παραγίνεται εἰς Ὀρτυγίαν τὴν ἐν τῇ Χαλκίδι, καὶ ἐντεῦθεν ἁρπάζει τὴν Εὐηνοῦ θυγατέρα Μάρπησ〈σ〉αν. ἔχων δὲ ἵππους Ποσει- δῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς θυγατρός, ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν ποταμὸν τῆς Αἰτωλίας, μὴ καταλαβών, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνο- μάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντήσας Ἀπόλλων τῷ Ἴδᾳ λαμβά- νεται τῆς Μαρπήσ〈σ〉ης· ὃ δὲ ἔτεινε τὸ τόξον καὶ διεφέρετο περὶ τοῦ γάμου, ἕως κριτὴς ὁ Ζεὺς γενόμενος αἵρεσιν τοῦ γάμου ἐπὶ τῇ Μαρπήσ〈σ〉ῃ τίθεται. ἣ δὲ δείσασα, μὴ ἐπὶ γήρᾳ καταλίπῃ αὐτὴν ὁ Ἀπόλλων, αἱρεῖται τὸν Ἴδαν. ὡς διάσημον οὖν τὴν ἱστορίαν περιείρ- γασται.

καλλισφύρου] σημεῖόν ἐστι συμμετρίας σώματος· ὡς ἐπίπαν γὰρ [*](Β=) παχεῖαι τὰ κάτω αἱ γυναῖκες.

*καλλισφύρου] κάτωθεν γὰρ ὁρᾶται τὸ θῆλυ εἶδος.

[*](1. ἐν μελέτῃ B, μέλλειν ‖ 7. ἀλλήλους B: μάχην || 11. supplevi ex A || 14. αὐτῆς ut A B ‖ 16. ἤτοι ‖ 24, 25. ὠνομάσθη B 27. οἶς pro ἕως B ‖ 29. οὕτως δὴ Σιμωνίδης τὴν B ] διάσιμον)
334
[*](B=)

558, 9. ὃς κάρτιστος γένετʼ ἀνδρῶν τῶν τότε] ἐπαινετέον τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιίαν. ὁ μὲν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε “τῶν τότε,᾿᾿ τῷ δὲ Νέστορι ἀθωπεύτως εἴρηται “ οὐ γάρ πω τοίους ἴδον᾿᾿ (Ιl. 1. 262).

560. *νύμφης] τῆς Μαρπή〈σ〉σης.

[*](Β=)

561. *τὴν δέ] τὴν Κλεοπάτραν.

[*](B=)

* πατὴρ καὶ πότνια μήτηρ] ὁ Ἴδας καὶ ἡ Μάρπη〈σ〉σα.

[*](B=)

561, 2. τὴν δὲ τότʼ ἐν μεγάροισι—Ἀλκυόνην καλέεσκον] ἀντὶ τοῦ [*](B=) ἀλκυόνα, παρὰ τὸ ἐν ἁλὶ κύειν. §. ἀπὸ τῶν αὐτοῖς συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθη καὶ Ὀδυσσέα· ἔκλαιεν οὖν ἡ Μάρπησ〈σ〉α καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἥρπασεν ὁ Ἀπόλλων.

[*](A=)

564. κλαῖ ᾿ ,ὅτε μιν] οὕτω Ζηνόδοτος· Ἀρίσταρχος δὲ “κλαῖεν ὅ μιν.”

[*](Α~)

567. κασιγνήτοιο φόνοιο] “ κασιγνήτοιο ὡς “γυναῖκά τε θήσατο μαζόν (Ιl. 24. 58), εἰ μήποτε καθʼ Ὅμηρον εἷς ἐστιν· δύο δὲ ἦσαν, Κλυτίος καὶ Προκάων.

[*](Α+Β=)

κασιγνήτοιο φόνοιο] τοῦ ἀδελφ〈ικ〉οῦ· λείπει δὲ ἡ περί.

570. πρόχνυ καθεζομένη] παντελῶς καθημένη, ὅλη παρειμένη, ἵνα πλέον ᾖ τὸ πάθος· οἳ δὲ γλωσσογράφοι ‘ἐπὶ γόνυ.ʼ

[*](ΑB=)

571. ἠεροφοῖτις] ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ [*](Α+Β=) ἀπροοράτως ἔρχονται. §. πῶς δὲ Αιθην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις.

572. * ἀμείλιχον] ἀπαραίτητον.

[*](ΑB=)

573. δοῦπος] ψόφος δέος ἐμποιῶν, ἐστι φόβον. §. “ὅμαδος᾿᾿ δὲ παρὰ τὸ πάντας ὁμοῦ ᾄδειν, ὅ ἐστι βοᾶν.

[*](A=)

575. θεῶν ἱερῆας] ἐντεῦθεν καὶ Σοφοκλῆς τὸν χορὸν Μελεάγρου ἐξ ἱερέων ποιεῖ.

[*](B=)