Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

343. *δουρικτήτην] ὡς “ἀμφιρύτῃ᾿᾿ (Od. 1. 50)· “περιξέστῇ” [*](Α+) (Od. 12. 79).

344. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο] ὁ νῦν πολλὰ ὑπισχνοῦ- [*](Β=) μενος 〈καὶ〉 τὸ βραχὺ ἀφήρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμένος ὕστε- ρον τὸ πᾶν τῆς ὕλης καταναλώσας ἔκδηλος γίνεται, οὕτως ὁ ἥρως τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος διάδηλος γίνεται.

*καίμʼ ἀπάτησεν] ἴσως ὑποσχόμενος αὐτὸν ἐντίμως πέμψειν οἴκαδε [*](B=) ἠπάτησεν.

[*](1. supplevi ex B ‖ 7. παρευνάζεσθαι ut B ‖ 14. ἀπαριθμεῖται A ‖ 20. διέστρετε B: διατρέψαι ‖ δυσαπόκριτον προβαλλόμενος B ‖ 23. τὸν γάμον ut B ‖ 26. λείπει A: λέγει ‖ ἡ ἕο ὡς τὸ ἕο τʼ A: ἡε οἱ μἡ ἴες ‖ 27. ἀμφι- ρύτη πέριξ ἔστη ‖ 30. supplevi ex B ‖ 31. οῦτως ὁ ῆρως B: οῦτως ἔρως)
316

345. * τὰ σκυθρωπὰ οὐκ ἐπὶ τὸν Ὀδυσσέα τείνει.

[*](B=)

346. ἀλλʼ Ὀδυσεῦ] οὔτε γὰρ ἔδει Φοίνικα εἰρωνεύεσθαι ὡς τροφέα, οὔτε Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα.

[*](B=)

*καὶ ἄλλοισιν] διὰ τὸ “παρʼ ἔμοιγε καὶ ἄλλοι” (Il. 1. 174).

347. * ἀλεξέμεναι] ἀντὶ τοῦ ὅπως ἀλεξήσῃ.

[*](B =)

348. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο] εἰρωνικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν βουλὴν Νέστορος εὐτελίζειν.

[*](B–)

349. καὶ ἤλασε τάφρον 〈ἐπʼ αὐτῷ〉] ἐξέτεινεν ἀπὸ τοῦ σιδήρου, [*](A+) ἢ ὤρυξεν ἀπὸ τοῦ παρεπομένου. §. Ἀρίσταρχος δὲ “καὶ ἤλασεν ἔκτοθι τάφρον”

[*](A+)

350. *εὐρεῖαν, μεγάλην] ὀλίγη διαστολὴ εἰς τὸ “εὐρεῖαν.” ἐν δὲ σκόλοπας] Ἀρίσταρχος “περὶ δὲ σκόλοπας.”

352. * ἀλλʼ οὐδʼ ὣς δύναται σθένος Ἕκτορος—ἴσχειν] οὐχ ὅτι περιγράφειν ἀλλʼ 〈οὐδʼ〉 “ἴσχειν.᾿᾿

[*](B=)

ὄφρα δʼ ἐγὼ—πολέμιζον, οὐκ ἐθέλεσκε μάχην] μείζων τείχους Ἀχιλλεύς, εἴγε τούτῳ μὲν ἐπαυλίζεται Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγεν. Ὀδυσσέως δὲ εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐ⌈η⌋μερίας τῶν Τρώων Ἀχιλλεὺς ἐπὶ τὴν αὑτοῦ ἀπουσίαν 〈τρέπει〉.

[*](B=)

353. οὐκ ἐθέλεσκε μάχην] “ἐθέλεσκε” ἐδύνατο· καὶ ἀνάπαλιν “οὔτε τελευτὴν ποιῆσαι δύναται” (Od. 1. 249).

[*](Α~)

ἀπὸ τείχους] τινὲς‘ἐπάνω τοῦ τείχους,ʼ ὑπερβολῇ. εἰ δὲ σημαίνει τὸ ἄπωθεν, βαρύνεται ὡς τὸ ἄνα ἔπι.

354. καὶ φηγὸν ἵκανεν] δύο εἰσὶ φηγοί· ὑφʼ ᾗ μὲν ἱερὸν Διός (Il. 7. 60), ὑφʼ δὲ Ἴλου τάφος.

[*](B=)

356. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω] τινὲς εἰρωνικῶς ‘οὐ δύναμαι διʼ Ἀγα- μέμνοναʼ “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνὶ—ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7. 113).

[*](B=)

357. αὔριον ἱρὰ Διὶ ῥέξας] διδάσκει πρὸ ἀπάσης πράξεως ἡγεμό- νας θεοὺς ἐπικαλεῖσθαι. ἵνα δὲ καὶ μὴ λαθραῖον δοκῇ ποιῆσαι τὴν ἀποπομπήν, πρὸς δὲ τὸ “ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν” (240) [*](B=) ἀποκόπτῃ αὐτῶν τὴν ἐλπίδα, 〈προλέγει〉. §. τὸ δὲ ἑξῆς, ἐπὴν αὔριον ἱρὰ Διὶ ῥέξας καὶ νηήσας τὰς ναῦς προερύσω, ὄψεαι ἡμᾶς πλέοντας.

[*](B=)

359. ὄψεαι, ἢν ἐθέλῃσθα] “ἐθέλῃσθα” δυνηθῇς, ἐὰν ὑμῖν ἐπιτρέ- ψωσιν οἱ πολέμιοι· ἠθικῶς δὲ εἰρωνεύεται.

[*](9, 10. ?? ‖ 15. suppl. || 18. novavit sec. || 19. supplevi ex B ‖ 22. ὐπερβολἡ || 23. ἀνὰ ἐπεί ‖ 27. Ἀχιλλεὺς ‖ 32. ἀνακόπτει ‖ supplevi ex B)
317

360, Ι. ἦρι μάλα— πλεούσας νῆας ἐμάς, ἐν δʼ ἄνδρας] πιθανῶς [*](Β=) προσέθηκε καὶ τοῦτο, ἵνα ἀπελπίσωσι καὶ τὴν παρὰ τῶν Μυρμιδόνων ἐπικουρίαν ὡς συναχθομένων αὐτοῦ τῇ ἀτιμίᾳ.

*ἐρεσσέμεναι μεμαῶτας]τὸπερὶ τὸν ἀπόπλουν πρόθυμοναὐτῶν δηλοῖ.

[*](Β =)

363. ἤματί κεν τριτάτῳ] ἐμπείρως· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ [*](B=) Ἑλλησπόντου εἰς τὴν Φθίαν πλοῦς ἀνέμῳ χρωμένοις οὐρίῳ.

*ἤματί κεν τριτάτῳ] πρὸς τὸ “ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε” (Ιl. Ι. 156).

364. ἔστι δέ μοι μάλα πολλά] ἀντίθεσιν ποιεῖται τῶν δώρων [*](ΑB=) Ἀγαμέμνονος, ὅτι μοι οὐ χρεία αὐτῶν ἔχοντι πολλά, τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωικῶν λαφύρων ἐδεξάμην.

ἐνθάδε ἔρρων] τοῦτό φησι δυσαρεστῶν τῇ στρατείᾳ.

[*](Α+ B=)

365. ἄλλον δʼ ἐνθένδε χρυσόν] πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ [*](Β=) χαλκοῦ νηησάσθω” (279). §. “πολιὸν ᾿᾿ δὲ “σίδηρον᾿᾿ (366) ἢ ἔν- [*](Β=) τιμον διὰ τὰς γεωργίας, ἢ πολιτικὸν διὰ τὰ ὅπλα, ἢ μέλανα κατὰ ἀντίφρασιν.

366. * γυναῖκας] πρὸς τὸ “Τρωιάδας 〈δὲ〉 γυναῖκας ἐείκοσιν [*](B=) αὐτὸς ἑλέσθω” (281).

367. ἅσ〈σ᾿〉 ἔλαχόνγε] “ἔλαχον” ὁμοίως τῷ ψιλῷ πλήθει. λέγει [*](B=) γοῦν “τῶν δʼ ἄλλων α μοι ἐστί ” (Il. 1. 300)· ταῦτα γὰρ οὐκ εἰλήφει παρʼ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόν ος ἦν. διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξὸν ὃ δέδωκε λαβεῖν, ἀφαιρεῖται. §. γράφεται δὲ καὶ “ἅσσα λέλο〈γ〉χα.”

[*](A+)

γέρας δέ μοι, ὥσπερ ἔδωκεν] πάλιν τὸ κυμάζον πάθος εἵλκυσεν [*](B=) αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν ὕβριν Ἀγαμέμνονός φησιν “ὥσπερ ἔδωκεν,᾿᾿ ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆθος “δόσαν δέ μοι 〈υἷες Ἀχαιῶν〉” (Il. 1. 162) φησίν.

368. *ἐρυβρίζων] “ἐνυβρίζων,” διχῶς.

[*](A=)