Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. 〈Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς—ἔχεφύζα〉]ὅρα τὸ ἀντί. [*](AB=) θετον πῶς ἐδήλωσεν ἑνὶ ῥήματι, “Τρῶες ἔχον,᾿᾿ “ Ἀχαιοὺς ἔχεν.”

*2. θεσπεσίη] ἡ βουλήσει θεῶν προσγεγενημένη, ὡς καὶ ἀλλαχοῦ“εἰ [*](Β-) καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι” (Il. 2. 367).

φύζα] ἀεὶ μὲν ἡ μετὰ δέους φυγή, ὅθεν καὶ “φυζακινῇς ἐλά- [*](Α+ B=) φοισιν” (Il. 13. 102), νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δέ, ὅτι ἐκ θεῶν. κρυόεις δὲ φόβος ὁ ψυχρός· τὸ θερμὸνγὰρ ἐπιλείπει τοὺς δεδιότας.

ὀκρυόεντος] φρικτοῦ, φοβεροῦ· συμβαίνει γὰρ τοὺς δεδιότας συγκρούειν τοὺς ὀδόντας.

3. πένθεϊ 〈δʼ〉 ἀτλήτῳ] οἱ μὲν ἄλλοι περὶ φυγήν, οἱ δὲ ἄριστοι ἐν [*](Β=) πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν ἀρχηγῶν ἡ φυγή. μάλιστα δὲ αὐτῶν ἅπτονται αἱ συμφοραί, ἐπεὶ καὶ τὴν αἰτίαν τῶν κατορθωμάτων ἐπὶ τούτους ἀνάγομεν.

*ἀτλήτῳ] ἀνυπομονήτῳ, ἀφορήτῳ.

4. ὡς δʼ ἄνεμοι δύο] διττὰ γὰρ αὐτους ἐλύπει, ἔκπληξις τῶν [*](B-) παρόντων καὶ δέος τῶν μελλόντων. καὶ “δάμνα— Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοί ᾿᾿ (Il. 16. 103).

ὡς δʼ ἄνεμοι] ἢ ὡς Ἀριστοφάνης “ὡς δʼ ἀνέμω—ἐλθόντʼ ἐξαπίνης᾿᾿. [*](Α=) §. σφοδρότεραι γὰρ αἱ αἰφνίδιοι τῶν ἀνέμων ἐμβολαί.

[*](A.)

5. τώ τε Θρῄκηθεν] οἳ μὲν συνεκδοχικῶς, ὡς “ὅσοι βεβλήαται [*](A+) χαλκῷ” (Il. 14. 28), οἳ δέ, ὅτι οἰκητήριον τῶν ἀνέμων ἡ Θρᾴκη· [*](1. ὁ τῶν Β: αὐτῶν τῶν ‖ 4. addidi: ἀρχὴ τῆς ἰλιάδος ὁμήρου textui inscriptum || 5. schol. post l. 19 scriptum || 6. τύχην B: ψυχὴν || 7. φυ- λάττουσι B: φυλάττειν ‖ 9. παραγραφὰς B: παρεγγραφὰς ‖ νόμιμοι B. δόκιμοι coni. Dindorf 12. ἢ β. ‖ προσγ. B cf. Β2 p. 370, 12: προγεγεν- ημἐνη ‖ εἰ scripsi: ἢ 14. φυζακεινῆς || 16. ψυχρὸς B: φοβερὸς ‖ 19. ἀπλήτω ‖ φυγῆς || 25. παρελθόντων B ‖ καὶ δάμνα scripsi, οἱ δύο W: οἱ δὲ)

290
εὐωχοῦνται γοῦν παρὰ Ζεφύρῳ ἐν Θράκῃ (Il. 23. 200)· ἔστιν οὖν ‘ἐλθόντε ἀπὸ Θρᾴκης, ἄητονʼ ὅθεν ἑκάτερος εἴωθε πνεῖν· ἢ ὅτι ἡ τῶν Θρᾳκῶν γῆ σιγματοειδῶς κεῖται καἰ ἐπὶ πολὺ διήκει μέχρι τῆς δύσεως· ἀφʼ ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον.

*ζέφυρος] ὁ τὰ πρὸς τὸ ζῆν φέρων· ἔαρος γὰρ ἄρχεται πνεῖν.

[*](B=)

6. *ἄμυδις] ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους.

[*](Α+ B-)

ἄμυδις] ψιλωτέον τὸ “ἄμυδις.” Αἰολικὸν γὰρ καὶ πνεῦμα καὶ τόνον ἐδέξατο ὁμοίως τῷ ἄλλυδις.

*κελαινόν] μέλαν ἢ φοβερόν.

[*](Α+ B -)

7. παρέξ] δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς κ, “παρὲκ μέγα” (Od. 16. 343).“παρὲκ—νόον” (Il.10. 391, 20. 133), “παρὲξ ὁδῦ:” (Il. 10. 349), “παρὲξ εἴποιμι” (Od. 17. 139), “παρὲξ ἀγορευέμεν” (Il. 12. 213)· τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ ἐστὶν ἐπίρρημα. ἔστι δὲ καὶ πάρεξ, ὃ γενικῇ θέλει συντάσσεσθαι. μετὰ τὴν διά δὲ οὖσα ἡ ἐξ οὐδέποτε τρέπει τὸ ξ. τὸ δὲ ἑξῆς οὕτω, πολλὸν δὲ παρὰ τὴν ἅλα φῦκος ἐξέχευαν.

8. *ἐδαΐζετο] ἐταράσσετο, διεκόπτετο.

9. ἄχεϊ μεγάλῳ] τῇ ἀλάλῳ λύπῃ· καὶ ἐξῆς “ἷξον δʼ εἰν ἀγορῇ τετιηότες” (13). πένθους γὰρ ὄψιν καθόλου γράφει τοῦ στρατοῦ.

[*](Α- B=)

11. τὸ μὲν πλῆθος οὐ συνάγει, ἐπεὶ ἐν ταῖς δυσπραγίαις ὀργί- ζονται τοῖς ἄρχουσιν ἐπʼ ἐκείνους τὴν αἰτίαν τῆς συμφορᾶς ἀνα- φέροντες, ἄλλως τε εἰ μηδὲν δυστυχήσαντες οὕτω πρώην ἐδέξαντο τὴν φυγήν, πολλῷ μᾶλλον νῦν, δυστυχήσαντες· κατʼ ὄνομα δὲ τοὺς ἀρίστους συνάγει, ἵνα μὴ ἔκπυστα γένηται τοῖς πολεμίοις τὰ πρασ- σόμενα, ἢ καὶ πρὸς τὸ μὴ ταράξαι τοὺς οἰκείους. οὐδὲ ἐν ταῖς δυστυχίαις οὖν ἐξίσταται τῶν πρακτέων ὁ βασιλεύς.

12. μηδὲ βοᾶν] ἀντὶ τοῦ μὴ βοᾶν δέ, ὡς “δόλῳ, οὐδὲ βίηφιν᾿᾿ (Od. 9. 408) ἀντὶ ‘βίᾳ δὲ οὔ.ʼ

μετὰ πρώτοισι πονεῖτο]ταὐτὰ ποιεῖ τοῖς κήρυξι πρὸς τὸ δυσωπεῖν ἐκεί- νους. καὶ εἰκότως· ἡ γὰρ συμφορὰ ταπεινοῖ καὶ τὰ μεγάλα φρονήματα.

13. * τετιηότες] τετιμωρημένοι ἢ λυπούμενοι.

[*](B-)

14. ἵστατο δακρυχέων] ἵνα ἐλεεινὸς γεγονὸς μὴ καταλειφθῇ παρʼ αὐτῶν.

[*](1. εὐωχεῖται οὖν: corr. W || 4. ἑκάτερον A: ἑκάτερος ‖ 8. ἄλλυδις A: ἄμυδις ‖ 13. post λόγου 50 fere litt. erasae: suppl. sec. “ἀλλὰ παρἐξ τὴν νῆσον᾿᾿ (Od. 12. 276)· “στῆ δὲ παρέξ· Τρῶες δέ ᾿ (Il. 11. 486) ‖ 18. schol. post p. 291, 5 soriptum ‖ repetitur * τῇ ἀλάλῳ λύπῃ ‖ 19. ὄψιν W ὄψις || 23. πόσῳ B)
291

15. αἰγίλιπος] ὑψηλῆς, ἧς καὶ αἲξ ἂν ἀπολείποιτο διὰ τὸ ἄγαν [*](Α+) ὑψηλόν· ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν.

δνοφερόν] μέλαν ἢ μετὰ δονήσεως 〈φερόμενον〉· τῷ δὲ ψόφῳ ὁ [*](B=) στεναγμὸς εἴκασται.

16. ὣς ὃ βαρὺ στενάχων] ἀλλʼ εἶπε “δάκρυ χέων ὥς τε κρήνη” [*](Α+ B -) (14), εἰ μὴ λέγοις, ὅτι διὰ τοῦ βαρέως στενάζειν τὸ δάκρυ χέειν δηλοῦται, ὡς τὸ “ἑζόμενοι λεύκαινον ὕδωρ” (Od. 12. 172).

17. ὦ φίλοι Ἀργείων ἡγήτορες] οὐ πρὸς τὸ πλῆθος ἀποτείνεται, [*](Α+ B=) ἐπεὶ καὶ ἡγεμόνες μόνοι εἰσὶν οἱ παρόντες. §. τὴν μὲν πρώτην πεῖραν [*](A - Β=) ὁ Ἀγαμέμνων σύμπαντος τοῦ πλήθους ἐποιεῖτο καὶ “ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄλρηος” (Il. 2. 110) ἔλεγεν· νῦν δὲ ταύτην δευτέραν πεῖραν εἰς τοὺς Ἀργείων ἡγεμόνας φέρει, δεδοικὼς μὴ καὶ τούτων τὴν γνώμην ἡ γενομένη ἧττα καὶ ὁ παρὰ τοῦ Διὸς φόβος ἀνέτρεψεν. ὅτι γὰρ ἀποπειρωμένου καὶ ἡ σύνοδος αὕτη, δῆλον μὲν καὶ ἐξ ὥν Ἀγα- μέμνων τὴν τοῦ Διομήδους ἐπίπληξιν φέρει, οὐκ ἐνεγκὼν τὴν τοῦ κρείττονος Ἀχιλλέως δικαιολογίαν, δῆλον δὲ καὶ ἐξ ὅν ὁ Νέστωρ ὡς τὴν τοῦ βασιλέως γνώμην ἐπιστάμενος τὸν Διομήδην ἐπαινεῖ, πρότερον ἐπιτιμήσας Ἀχιλλεῖ.

18. Ζεύς με μέγα] σὺν τῶ σ τὸ “μέγας.”

[*](A+)

*ἄτῃ] ἀπαλ〈λ〉άσσει τῶν κατηγοριῶν ἑαυτόν.

[*](B=)

19. ὃς πρὶν μέν μοι] “ὃς τότε μέν μοι” οὕτως Ἀρίσταρχος, ὅτε [*](Α=) τὸν ὄνειρον ἔπεμψεν· ἐκεῖ δὲ (Il. 2. 112) “ πρίν,᾿᾿ διὰ τὸ “ἀστράπτων ἐπιδέξια” (ib. 353)· γράφεται δὲ καὶ ἐνταῦθα “ὃς πρὶν μέν μοι.”

22. καί με κελεύει δυσκλέα] “ κελεύει” διὰ τοῦ κεραυνοῦ.

23. οὕτω που Διὶ μέλλει] παρὰ τῷ Ζηνοδότῳ οὐκ ἐφέροντο οἱ [*](Α=) τρεῖς· καὶ Ἀριστοφάνης δὲ ἀθετεῖ.