Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

521. * καιόντων] καιέτωσαν.

[*](Α-)

523. ὧδ’ ἔστω Τρῶες] τυραννικῶς ἀπειλεῖ· ὅθεν καὶ “χαλεπὴν [*](B +) ἐποθέσθαι ἐνιπήν” (Il. 5. 492).

524. *ὑγιής] ἀπαράβατος ὑμῖν.

525. τὸν δʼ ἡοῦς—άγορεύσω] τὸν δὲ ἐξῆς αὔριον ἐρῶ· πάντως δὲ περὶ διανομῆς σκύλων.

526. εὔχομαι ἐλπόμενος] ἀντὶ τοῦ καυχῶμαι.

527. ἐξελάαν ἐνθένδε κύνας κηρε〈σ〉σιφορήτους] ὑφʼ ἓν Ἄρί [*](Α+) σταρχος. §. ὅρα δὲ τὸ παλίμβολον Εκτορος· τῇ γυναικὶ ἔλεγεν“ὅταν [*](B=) ποτʼ ὀλώλῃ Ἴλιος ἱρή ᾿᾿ (Il. 6. 448)· ἐκεῖ μὲν γὰρ τῶν Τρώων ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ μάχη κρατῶν ἐλπίζει τὰ χρηστά.

528. Ζηνόδοτος οὐδὲ γράφει τοῦτον.

532. αἴ κε μʼ ὁ Τυδείδης—πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν [*](B=) χαλκῷ δῃώσας] ἐντέχνως ἐφʼ ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται, [*](1. ὁρμήσεται ‖ 13. λέγετε ‖ 19. πρασσέτωσαν B: προσεχέτωσαν)

288
ἐπὶ δὲ τοῦ Διομήδους ὅτι ἀναιρεθήσεται καὶ ὅτι σκῦλα παρέξει αὐτῷ ἀποθανών.

[*](B=)

αἴ κε μʼ ὁ Τυδείδης] στρατηγικῶς παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυ〈ι〉ον ἀριστείαν· καὶ τὸ “Τυδείδης” προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν ἔχει τὴν ἀναφοράν.

[*](B=)

537. 〈κείσεται οὐτηθείς,) πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι] κοινὸν ληπτέον τὸ ‘κείσονται.ʼ

538. αἰ γὰρ ἐγὼν—εἴην ἀθάνατος] βαρβαρικὸν 〈τὸ) εὔχεσθαι τὰ ἀδύνατα.

[*](ΑΒ=)

542. ἐπὶ δὲ Τρῶες κελάδησαν] καλῶς ἐπὶ μὲν Ἑλλήνων φησὶν “ Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον 〈κονάβησαν)” (Il. 2. 333). ἐπὶ δὲ τῶν Τρώων “κελάδησαν” λέγει· θορυβῶδες γὰρ τὸ βαρβαρικόν.

553. ἐπὶ πτολέμοιο γεφύρῃ] τὸν μεταξὺ τῶν στρατιωτῶν τόπον.

[*](Α~B-)

555. φαεινὴν ἀμφὶ σελήνην] οἳ μὲν ἄρτι φαίνεσθαι ἀρχομένην οἷον νέαν ἐν τῷ φάει· οἳ δὲ λεπτήν, “ μάστιγα φαεινήν” (Il. 10. 500)· οἳ δὲ τὴν φύσει φαεινήν· καὶ “ζέσ〈σ〉εν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ” (Il. 18. 349) καὶ “ἐυμελίω Πριάμοιο” (Il. 4. 47) καὶ “Σκαμανδρίῳ ἀνθε- μόεντι” (Il. 2. 467). προσφυῶς δὲ τῷ νυκτερινῷ φωτὶ αὐτὰ ἀπει- κάζει.

[*](Α-)

557. πρώονες] ἀπὸ τοῦ ὁ πρών πρῶνες, καὶ κατὰ διαίρεσιν “πρώονες᾿᾿ εἰσὶ δὲ ὄρους ἐξοχαί.

[*](Α +)

557, 8, 9. πάντα δέ τʼ εἴδεται ἄστρα] οὐκ ἐφέροντο τὰ γ παρὰ Ζηνοδότῳ· ἠθέτει δὲ καὶ Ἀριστοφάνης τὰ γ΄.

* δε΄ τ᾿] ἄνευ τοῦ “τέ.᾿᾿

[*](B=)

560. τόσ〈σ〉α μεσηγὺ νεῶν] ἐσχημάτισε τὸν λόγον, οὐκ ἐπενεγκὼν τῷ “ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα” τὸ “οὕτω μεταξὺ νεῶν.ʼ

[*](A—)

562. πὰρ δὲ ἑκάστῳ] τὸ ἑξῆς ‘παρὰ ἑκάστῳ σέλᾳ εἵατο ν΄ ἄνδρες·ʼ ἀποκοπὴ γάρ ἐστι τοῦ σέλαι· τὸ φιλότιμον δὲ τῶν ἀριθμῶν καὶ ἐν Ὀδυσσείᾳ “πεντηκόσιοι δʼ ἐν ἑκάστῃ” (3. 7)· καὶ “νῆες μέν μοι ἕποντο δυώδεκα” (Il. 9. 159).

[*](Α- B=)

563. εἵατο ν΄] ἀφορμὴν λαβὼν καὶ τὸν τῶν Τρώων ἡμῖν ἀριθμὸν [*](5. προσλαβὸν B: προσλαβὼν ‖ 8. supplevi ex B ‖ 10. ἐπὶ μὲν A B: μὲν ἐπὶ || 19. εὐμελίοιο ‖ 27. μεσσηγύ ‖ 28. τῷ B: τὸ ‖ τῶν νεῶν ‖)

289
ἐδήλωσεν, ὅτι ἀμφὶ τὰς πέντε μυριάδας ἐστὶν ὁ τῶν πολιτῶν· οἱ γὰρ ἐπίκουροι καθεύδουσι, Τρωσὶ τὴν φυλακὴν ἐπιτρέψαντες.

564. κρῖ λευκόν] εἰ ἦν ἀπὸ τοῦ κριθή, λευκήν ἂν ἐπήγαγεν.