Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

117. * μάστιξεν δʼ ἵππους] σημειωτέον ὅτι καὶ πολεμισταὶ καὶ [*](B=) ἡνίοχοι οἱ πρώην βασιλεῖς.

τάχα δʼ Ἕκτορος ἄγχι γένοντο] εἰ τοσοῦτον ἀπῆν, διὰ τί δὴ [*](B=) 〈οὐ〉 φεύγει; τὸ ὅλον πεπραγμάτευται πρὸς τὸ μὴ ἀθρόως ἀκμητὶ νικᾶν Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε ἢ νικήσειν οἴεται, ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι.

120. Ἠνιοπῆα] παρὰ τὰς ἡνίας τῶν ἵππων ἐστὶ τὸ ὄνομα· εἰκὸς δὲ καὶ τοῦτον εἰς τοῦτο ἀγηοχέναι τὴν Ἀνδρομάχην διὰ τὴν τῶν ἵππων ἐπιμέλειαν. §. τὸ δὲ “Θηβαίου” οὐ γένει, ἀλλὰ κύριον ὄνομα, [*](B=) ὡς ἐν Ὀδυσσείᾳ Αἰγύπτιος (2. 15).

122. ὑπερώησαν δέ οἱ ἵπποι] ὡς ὑπεχώρησαν παρὰ τὴν χώραν, [*](B=) οὕτως ὑπερώησαν παρὰ τὴν ἔραν. δηλοῖ δὲ καὶ τὴν ὁρμήν, “ἐρωήσει περὶ δουρί” (Il. 1. 303). ἀναγκαῖον δὲ τοῦτο εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου.

124. * πύκασε] ἐσκέπασε “πυκάσασα ἓ αὐτήν” (Il. 17. 551).

[*](B -)

126. * ἀνάλογον ἑαυτῷ “ἡνίοχον θρασύν” (89).

130. ἔνθα κε λοιγὸς ἔην] δῆλον, ὡς καὶ ἄλλα 〈ἂν〉 διαθεμένου [*](B=) Διομήδους. ὅρα δέ, ὡς οὐδὲ ἡ φυγὴ τῶν Ἀχαιῶν ἄπρακτός ἐστιν.

ἔνθα κε λοιγὸς ἔην—καί νυ κʼ ἐσήκασθεν] ἔν τισι τῶν παλαιῶν φέρονται δύο στίχοι “Τρῶες ὑπʼ Ἀργείων, ἔλιπον δέ κεν Ἕκτορα δῖον χαλκῷ δηιόωντα, δάμασ〈σ〉ε δέ μιν Διομήδης.”

131. καί νυ κʼ ἐσήκασθε〈ν〉 κατὰ Ἴλιον ἠύτ〈ε〉 ἄρνες] καὶ τὴν Διο- μήδους ἀρετὴν αὔξει καὶ τὴν βαρβάρων δειλίαν κωμῳδεῖ, εἰ δὴ τοῦ Διὸς ἐπαμύνοντος αὐτοῖς καθειρχθῆναι ἐκινδύνευσαν προβάτων τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν. §. τί δʼ ἐστὶν “ἠύτ〈ε〉 ἄρνες;” πρώην εἶπεν “αἱ μέν τʼ ἀγχηστῖναι” (Il. 5. 141).

134. κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος] πεφεισμένως· ἐκδειματοῦν [*](B=) γὰρ αὐτὸν βούλεται· οὐ γὰρ μισέλλην ὁ Ζεύς.

137. Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία] παρατηρεῖ γὰρ τὰς [*](B=) διοσημίας ὁ Νέστωρ ἐν οἷς φησιν “ἀστράπτων ἐπιδέξια” (Il. 2. [*](1. ἀμφότερα ἔδει ‖ 7. δὴ scripsi: μὴ ut B ‖ 21. suppl. W ‖ 28. ἐκινδύνευσεν ‖ 31. κάδδε ‖ 34. ἐπιδεξὶ)

268
353), πῶς ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ δέους τὰς ἡνίας εἴασεν, ἀλλʼ οἱ ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι βιαιότερον αὐτὰς ἐπεσπάσαντο. διὰ τοῦτό φησι “Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία.” [*](A +) §. τὸ δὲ “φύγον” διὰ τοῦ ο.

138. δεῖσε δʼ ὅ γ᾿ ἐν θυμῷ] “ἐν θυμῷ” κατὰ κρίσιν, οὐκ ἔκπληξιν.

[*](B=)

139. Τυδείδη, ἄγε δʼ αὖτε φόβονδ’ ἔχε] ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ στρατηγικοῦ προσώπου δηλοῖ· καὶ ἑτέρωθι διὰ τοῦ Ἀγαμέμνονος “βέλτερον ὃς φεύγων προφύγῃ κακόν” (Il. 14. 81). εἰ γὰρ τὰ βέλη φεύγομεν παρασχηματίζοντες τὸ σῶμα οὐδὲν αἰσχρὸν οἰόμενοι δρᾶν, πόσῳ 〈μᾶλλον τὸν〉 θάνατον;

[*](B=)

φόβονδʼ ἔχε μώνυχας ἵππους] εὐπρεπῶς οὐκ εἶπεν, ὅτι ἐναντιοῦταί σοι ὁ θεός —ὑπεκλύοντος γὰρ 〈ἂν) ἦν—ἀλλὰ Œ῾ μὴ ἀντιστῇς τῷ θεῷ.ʼ

[*](B=)

141. νῦν μὲν γὰρ τούτῳ—κῦδος ὀπάζει σήμερον] “νῦν σήμερον,᾿᾿ ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά· καὶ οὐδὲ τὸν Ἕκτορα φοβερὸν ἀλλὰ τὸν Δία φησίν.

[*](B=)

142. ὕστερον αὖτε καὶ ἡμῖν] χρηστὰς αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν, ὡς ἀνακαλέσασθαι τὴν ἧτταν δυνάμενος. οὐ δεῖ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν προίσχεσθαι ἐλπίδα.

[*](B=)

143. οὔ τι Διὸς νόον εἰρύσ〈σ〉αιτο] λείπει ἡ μετά. §. τὸ δὲ ὅλον. [*](A~ B=) ‘ἀνὴρ γὰρ ἂν τὸν τοῦ Διὸς νοῦν, παρ᾿ ὃ θέλει αὐτὸς ὁ Ζεύς, οὐκ ἂν μεθελκύσαι οὐδὲ μεταθείη.’

[*](B=)

144. οὐδὲ μάλʼ ἴφθιμος] οὐδὲν γὰρ ἀνθρωπίνη ἰσχὺς πρὸς θείαν.

[*](B=)

146. ναὶ δὴ ταῦτα — γέρον κατὰ μοῖραν ἔειπες] θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴγε φησὶ “σὺν γὰρ θεῷ εἰλήλουθμεν” (Il. 9. 49).

[*](B–)

148. Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσ〈σ〉ʼ ἀγορεύων] κἀν τούτοις τὸ φιλότιμον Διομήδους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπουδάζει ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις· ἄλλως τε καὶ νεωτερικὸν τὸ δόξης μᾶλλον ἢ τοῦ ἀσφαλοῦς ἔχεσθαι, ἀμη- χανῶν τε καταισχῦναι τὰ πραχθέντα ταῦτά φησιν.

[*](A~ B=)

150. εὐρεῖα χθών] ἀντὶ τοῦ εὐρέως, ὅτι κρείσσων θάνατος ψόγου.

[*](B=)

152. ὤ μοι Τυδέος υἱέ] διὰ τῆς οἰμωγῆς καὶ τοῦ μοι ἐκφαυλίζει [*](A= B-) τὸν λόγον ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. §. εἰς τὸ “δαΐφρονος” δὲ στικτέον· καὶ ἔστιν ἀντὶ τοῦ πολεμικοῦ.

[*](B=)

153. εἵπερ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει] πρῶτον μὲν ἄδηλον εἰ ἐρεῖ, ἄλλως τε ὅτι οὐ πείσει· καθάπτεται δὲ τῶν [*](7. προ που ‖ 10. supplevi ex B ‖ 17. φυγεῖν B: φεύγειν ‖ 19. τις ‖ 23. καὶ δή)

269
φροντιζόντων τί ἐροῦσιν αὐτοὺς οἱ ἄνθρωποι, ὁποῖόν τι ἔστιν ἀμε- λούντων.