Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

89. *ἰωχμόν] παρὰ τὴν συμβολήν.

[*](B-)

91. εἰ μὴ ἄῤ ὀξὺ νόησε] εἰκότως Διομήδης τὸν πρεσβύτην κινδυνεύοντα ὁρᾷ ὡς ἀναχωρῶν ἔσχατος· θελήσας γὰρ μονομαχῆσαι ἀποσφαλεὶς δὲ τῷ κλήρῳ, νῦν καὶ τοῦ καιροῦ μὴ συγχωροῦντος, πειρᾶται πολεμεῖν. βοηθεῖ δὲ τῷ Νέστορι διὰ τὸ τῶν ἠθῶν παρα- πλήσιον· καὶ ἐν τῇ νυκτεγερσίᾳ οὖν δυσχεραίνει κάμνοντα ὁρῶν παῤ ἡλικίαν τὸν Νέστορα καί φησι “σχέτλιος ἐσσί, γεραιέ” (Il. 10. 164)· καὶ ἐπὶ τὴν κατασκοπὴν ἐξιὼν παρὰ Θρασυμήδους ὅπλα λαμβάνει “Τυδείδῃ μὲν δῶκε” (ib. 255)· καὶ ὁ Νέστωρ φησὶ πρὸς αὐτὸν “Τυδείδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ (ib. 234).

*εἰκότως Διομήδης αὐτὸν σῴζει. ἐραστὴς γὰρ συνέσεως.

[*](B -)

92. σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα] ἐν σχήματι ἐδήλωσεν ὡς καὶ Ὀδυσσεὺς ἔφυγεν, ἄνω μὴ μνησθεὶς αὐτοῦ. ἀεὶ δὲ ἀσφαλὴς Διομήδης· καὶ ἐν τῇ κατασκοπῇ “σύν τε δύʼ ἐρχομένω” (Il. 10. 224), Ὀδυσσέα τε καλεῖ ὡς φίλον καὶ ἑταῖρον Νέστορι· Νέστωρ γοῦν φησιν “ἔνθʼ ἤτοι —μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν” (Od. 3. 126).

[*](A+ B -)

93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον· ἔστι δὲ γεωργός, “ἐν ποίῃ, δρέπανον μέν” (Od. 18. 368)· κυβερνήτης, “α〈ἰ〉εὶ γὰρ πόδα νηός” (Od. 10. 32)· τέκτων ἀπὸ τῆς κλίνης καὶ [*](2. supplevi ex B ‖ 5. θανάσιμος B: θερμὸς ‖ 13. an ἢ παρὰ τ. Ἑ. ἔσχε 〈τήν ἐπίκλησιν〉 ? t ‖ 20. νυκτιγερσίᾳ ‖ 26. ὀδυσσῆα ‖ 33. ἔνθα ποίῃ)

265
τοῦ δουρείου ἵππου (Od. 23. 189)· ναυπηγὸς ἀπὸ τῆς σχεδίας (Od. 5. 243)· κυνηγὸς ἀπὸ τοῦ Παρνασοῦ (Od. 19. 430)· μάντις, “φήμην τίς μοι φάσθω” (Od. 20. 100)· μάγειρος, “δαιτρεῦσαί τε καὶ ὀπτῆσαι” (Od. 15. 323)· ἰατρός, “ὄφρα 〈οἱ〉 εἴη ἰοὺς χρίεσθαι” (Od. 1. 262)· μουσικός, “ὡς ὅτʼ ἀοιδός” (Od. 11. 368)· πύκτης, “πὺξ μὲν ἐνίκησα Κλυτομήδεα” (Il. 23. 634)· παλαι- στής, “Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον” (ib. 635)· δισκευτὴς παρὰ Φαίαξιν (Od. 8. 186)· τοξότης, “εὖ μὲν τόξον οἶδα” (ib. 215)· ἀκοντιστής, “δουρὶ δʼ ἀκοντίζω” (ib. 229)· ῥήτωρ, “καὶ ἔπεα νιφάδεσ〈σ〉ιν ἐοικότα” (Il. 3. 222)· ἀστρολόγος, “Πληιάδας θʼ ὁρόωντι” (Od. 5. 272).

94. κακὸς ὣς ἐν ὁμίλῳ] οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ [*](B=) ἀνδρὸς ἔργα ποιοῦντα. §. ὀλίγον δὲ διασταλτέον εἰς τὸ “μετὰ νῶτα [*](AB +) βαλών,” ὡς φεύγουσι δειλοὶ ἐν θορύβῳ. ἢ πῆ φεύγεις ἐν ὁμίλῳ;

ἐν ὁμίλῳ; μήτις τοι φεύγοντι] περικέκοπται ὁ λόγος τὸν ἀγωνιῶντα [*](B-) ὑποφαίνων· ἀπὸ δὲ τοῦ εὐπρεποῦς καὶ συμφέροντος ἀναστέλλει τὴν φυγήν. αἰσχρότερον δὲ καὶ τοῦ ἀκοντίσαι τὸ πῆξαι.

96. *“ἄγριον” τὸν βάρβαρον· καὶ “ἀγριοφώνους” (Od. 8. 294) αὐτούς φησιν.

97. οὐδʼ ἐσάκουσε] οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου ἢ οὐκ ἐπείσθη [*](AB-) διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐκ ἐθέλει· “ἐν γὰρ δαιμονίοις φόβοις φεύγουσι καὶ παῖδες θεῶν” (Pind. Nem. 9. 27). πῶς δὲ δ⌈ειλ⌋ὸς ὁ μετὰ πάντας φεύγων; οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει. δειλὸν δὲ αὐτόν φασι καὶ ἀπὸ τοῦ ἔσχατον ἀναστῆναι (Il. 7. 168) καὶ Δόλωνα ἰδεῖν (Il. 10. 360) καὶ Ῥῆσον μὴ φονεῦσαι (ib. 481) καὶ τὴν μάστιγα μὴ ἑλέσθαι (500).

101. * ἔπεα πτερόεντα προσηύδα] τὰ μὲν πράγματα τάχιστα [*](B=) γέγονεν, ἡ δὲ τῶν λόγων σχολὴ ποιητική.

102. 〈νέοι τείρουσι〉] ἀλλʼ οὐ νῦν καὶ ἐμέ.

103. *λέλυται] πέπηγε γὰρ ἐν τῇ νεότητι· τέλος δὲ λύσεως [*](B=) θάνατος.

104. *ἠπεδανός] ὁ μὴ δυνάμενος ἐν τῷ πεδίῳ στῆναι διὰ τὸ ἀσθενές. [*](AB +) ἠπεδανὸς δέ 〈νυ τοι〉 θεράπων, βραδέες δέ τοι ἵπποι] εἰκότως ὅλα [*](B=) συνήγαγε τὰ κακά, ὅπως πείσῃ τῷ ἰδίῳ ἐπιβῆναι ἅρματι τὸν εἰπόντα “ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων” (Il. 4. 306). εὖ δὲ τὸ μὴ τὸν [*](13. ποιεῖν ‖ 19. φασιν ‖ 29. καὶ scripsi: διʼ)

266
Νέστορα ταῦτα προβαλέσθαι εἰς τὸ τυχεῖν βοηθείας. ἐγκώμιον δὲ Νέστορος ἔχει ὁ λόγος, ὃς οὐδὲ τῷ γήραϊ ἐπέτραπεν ἑαυτόν (Il. 10. 79).

[*](B=)

105. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων] ὑπογράφων ἄνω τὸ ἀσθενὲς τοῦ γέροντος οὐδὲν περὶ τοῦ ἰδίου σθένους ἀνθυπήγαγεν, ἀλλʼ ἐλπίδα αὐτῷ ὑπογράφει σωτηρίας διὰ τοῦ τάχους.

106. * ἐπιστάμενοι] ἀντὶ τοῦ δυνάμενοι· “ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16. 142).

107. * φέβεσθαι] τοὺς δίχα ταράχου πάντη δεόντως δυναμένους φέρειν τοὺς ἐπιβάτας.

[*](B=)

108. οὕς ποτʼ ἀπʼ Αἰνείαν] ἠθικῶς τὸν χθὲς ἀνάγει χρόνον· καὶ Φιλοίτιος “τοῦτό τοι ἀντὶ ποδὸς ξεινήιον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆι” (Od. 22. 290). ἅμα δὲ καὶ θαρσαλεώτερον ποιεῖ τὸν γέροντα ἡ Αἰνείου ἧττα. §. τὸ δὲ “ποτέ” ἀντὶ τοῦ χθές. §. τὸ δὲ “μήστωρε” τινὲς “μήστωρα” ἐπὶ τοῦ Αἰνείου διὰ τὸ αὐξητικόν.

[*](B=)

111. ἢ καὶ ἐμὸν δόρυ μαίνεται] “καὶ ἐμόν” διὰ Ἀχιλλέα ἢ Αἴαντατὸν μονομαχήσαν〈τα〉 αὐτῷ ὑπογυ〈ί〉ως. §. ὁ δὲ “ἤ” ἀντὶ τοῦ εἴ συναπτικοῦ, ὡς τὸ “ἤ κεν ζὼς ἀμενηνός” (Il. 5. 887), ἢ ἀντὶ τοῦ ὡς, καὶ δασύνεται, ὡς τὸ “ἣ θέμις —ἄναξ” (Il. 9. 276).

[*](B=)

112. οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ] οἰκονομικῶς ἐπὶ τὸ ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυγεῖν καὶ εἶξαι ταῖς ὑπὸ τοῦ Νέστορος παραινέσεσιν· Σθενέλῳ γὰρ οὐκ ἂν ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω, ἀναβαίνειν ἐπὶ τὸ ἅρμα παραινοῦντι καὶ μὴ ἀγωνίζεσθαι πρὸς Πάνδαρον πεζόν (Il. 5. 249).

*μὐδʼ ἀπίθησε] τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ πράσσει.

113. Νεστορέας—ἵππους] πῶς ἐν τῷ ἐπιταφίῳ ἀγῶνι τοὺς ἵππους φησὶν ἄρσενας “ἀλλά τοι ἵπποι βάρδιστοι θείειν” (Il. 23. 309); καὶ πρὸς τοὺς ἵππους Ἀντίλοχος “μὴ σφῶιν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα” (ib. 408). ὅτι δὲ τοῖς τοῦ πατρὸς ἵπποις Ἀντίλοχος ἐχρῆτο, μαρτυρεῖ τὸ “οὐ σφῶιν κομιδὴ παρὰ Νέστορι·” ἀδιαφόρως οὖν “ἵππους” καὶ θηλυκῶς καὶ ἀρσενικῶς φησιν. §. τὸ δὲ “κομείτην” Ἀρίσταρχος μὲν κομείτων,” Ζηνόδοτος δὲ “κομείτην.”

[*](B=)

114. Σθένελός τε καὶ Εὐρυμέδων] ἐν σχήματι ἐδήλωσε τὸ δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω ποῖοι ἦσαν οἱ θερά- ποντες.

[*](12. Ὀδυσσῆι ‖ 13. ἧττα B: νίκη ‖ 19. ἀπείθησε ‖ 21. εἶξαι B: εἴκειν Διὶ ‖ 26. φασὶν)
267

115. τὸ δʼ εἰς ἀμφοτέρω] δέον εἰπεῖν ‘Διομήδης δὲ ἅμα Νέστορι εἰς τὸ ἴδιον ἔβη ἅρμα’ ὡς ἑτέρου τινὸς ὄντος τοῦ Διομήδους φησίν §. τὸν δὲ Σθένελόν φασιν ἀπὸ τοῦ τείχους κατενεχθέντα πηρωθῆναι τὸ [*](B=) σκέλος· διὸ ἡνιοχεῖ Διομήδει.