Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα] καὶ μὴν οὔτε τούτῳ εἰρήκασιν, οὔτε εἶπον παραστάντες αὐτῷ· ἢ οὖν “ὄπα” λέγει τὴν μαντικήν· καὶ γὰρ ὁ τυχὼν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ “ἄκουσα” ᾐσθόμην, ὡς τὸ “μάλιστα δέ τʼ ἔκλυον αὐτοί” (Od. 6. 185)· ἢ τὸ ἑξῆς ἐστιν “αὐτὸς δὲ προκάλεσ〈σ〉αι.”

[*](B=)

ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν] δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ ἔφη “οὐ γάρ πω τοι μοῖρα θανεῖν,” παῤ ἑαυτοῦ τοῦτο προσθείς.

[*](B=)

54. ὣς ἔφαθ᾿, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] τὸ φιλότιμον ὑπέφηνε τῷ μὴ ἀποκρίνασθαι. οὐ διακηρυκεύεται δέ, ἀλλὰ πρὸς κατάπληξιν τῶν πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ.

[*](B=)

ἄλλως: Ἕκτωρ δʼ αὖτʼ ἐχάρη] ὡς ἀκινδύνως εὐδοξήσων καὶ τὴν πρώην θεραπεύσων ἀργίαν.

[*](B=)

56. μέσ〈σ〉ου δουρὸς ἑλών] τοῦ ἀπράκτου. ἀκμαζούσης γὰρ τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου ἀρχὴ τῆς μάχης ἦν.

[*](B=)

57. κὰδ᾿ δʼ Ἀγαμέμνων εἷσε] ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι τὴν παράβασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πόλει.

[*](B=)

58. κὰδʼ δʼ ἄῤ Ἀθηναίη—καὶ—Ἀπόλλων] ὑψῶν τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπογράφει θεούς.

[*](B -)

59. αἰγυπιοῖσιν] σαρκοφάγον γὰρ τὸ ζῷον. παιδεύει δὲ πᾶν ζῷον ὁρῶντας ὑπονοεῖν εἶναι θεόν· ἢ ὡς ἐφίζει ὄρνεον φυτῷ, οὕτω καὶ αὐτοὶ ῥαδίως ἐκαθέσθησαν.

[*](B=)

60. φηγῷ—πατρὸς Διός] καλῶς τοῦ Διὸς τὰ τέκνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυί· καὶ τὸ ὑψηλὸν πρὸς θέαν ἐπιτήδειον.

[*](6. supplevi ex B ‖ 7. προεμφαίνει B: προυφαίνει ‖ ὡς B: ὃς ‖ 12. εἶτον B: τε ‖ 31. ἐ. οὖν νέον φ.)
237

61. ἀνδράσι τερπόμενοι] ἐχρῆν ἐπαγαγεῖν τοὺς λόγους· Ἕκτορος [*](B=) δὲ τῷ φιλοτίμῳ προσλιπαρεῖ, τῇ τε διαγραφῇ καὶ εἰκόνα παραφέρει.

ἄλλως: ἀνδράσι τερπόμενοι] φιλοσόφως, ὡς ἰδίῳ κτήματι.

[*](B +)

62. ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι] ἡ τοιαύτη [*](B =) προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ ποιεῖ.

πεφρικυῖαι] φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐψύχωσεν οὖν [*](AB=) τὰ ὅπλα, φρίσσειν αὐτὰ λέγων.

63. οἵη δὲ ζεφύροιο] καλῶς τὴν ἠρεμίαν τῶν ὅπλων κινήσει ζε- [*](B=) φύρου παρέβαλεν· οὐ γὰρ ἀθρόως ἐμπίπτει ὁ ἄνεμος οὗτος τῇ θαλάττῃ, μελαίνων δὲ αὐτὴν καὶ ὥσπερ ἐπιστίζων κατὰ μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ “ζεφύρου ὑποκινήσαντος” (Il.4. 423). §. “φρίξ” δὲ ἡ ἐπα- [*](A + B=) νάστασις τῶν κυμάτων.

64. μελάνει δέ τε πόντος ὑπʼ αὐτῇ] διὰ τοῦ ν τὸ “πόντον,” καὶ [*](A + B=) ἔστι ‘μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ ζέφυρος·’ καὶ ἔστι Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφε〈τα〉ι “πόντος ὑπʼ αὐτῇ,” τὸ “μελάνει” ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ ζεφύρου. ἄμεινον δὲ τὸ πρῶτον. §. τὸ δὲ “μελάνει” ὡς οἰδάνει βαρυτονητέον· ἀπὸ γὰρ [*](AB=) τοῦ μελαίνει γέγονεν.

69. ὅρκια μὲν Κρονίδης] εἰς θεοὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας [*](B=) ἐλευθερῶν καὶ τὸ παράδοξον 〈προφέρων〉 τῆς προκλήσεως.

72. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε] ἔδει ἐπαγαγεῖν ἢ ἡμεῖς παρὰ [*](B=) ταῖς ναυσίν ἕλοιμεν ὑμᾶς. ὃ δὲ διὰ τὸ νεμεσητὸν ἐσχημάτισε τὸν λόγον.

ἄλλως: εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην—ἕλοιτε ἢ αὐτοὶ—δαμείετε] πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέροις κατέστησεν παρελὼν Ἑλλή- [*](B=) νων τὴν ἐκ θεῶν ἐπικουρίαν.

73. *ὑμῖν μὲν γάρ] “ὑμῖν 〈δ᾿〉 ἐν γάρ,” οὕτως αἱ Ἀριστάρχου. [*](A=) καὶ ἔστι τὸ ἑξῆς ‘ἐν ὑμῖν δέ· εἰσὶ γὰρ ἀριστῆες.’

74. *τῶν νῦν ὅντινα θυμός] γράφεται “τῶν —καί τινα θυ- [*](A =) μός.”

ὅντινα θυμὸς ἀνώγει] οὐ πρὸς διορισμόν· πρὸς ἀνάπαυσιν γὰρ τοῦ στρατοῦ γίνεται ἡ μάχη.

75. δεῦῤ ἴτω ἐκ πάντων πρόμος] ἵνα πάντες αἰδεσθῶσι μὴ προ- [*](B -) βαλλόμενοι, καὶ ὡς πρόμος ἐκεῖνος τοῦ στρατοῦ σαλεύει ἐπὶ τῇ κοινῇ ὑπολήψει.

[*](9. ἀθρόος ‖ 15. αὐτῆς ‖ 15, 20. supplevi ex B ‖ 26. supplevi ex A ‖ 33, 34. σαλ. περὶ τὴν κοινὴν ὑπόληψιν cf. p. 225, 33)
238
[*](B+)

Ἕκτορι δίῳ] κατʼ ἐξοχήν· “Σαρπηδόνος ἀμφιμάχεσθαι” (Il. 16. 496) διὰ οἶκτον· “Παλλάδ᾿ Ἀθηναίην” (Od. 13. 300) διὰ ἦθος.

[*](B+)

76. Ζεὺς δʼ ἄμμʼ ἐπὶ μάρτυρος] παρατέμνει τὰ ὅρκια, ἐπεὶ ἔναγ- χος παρέβησαν ὅρκους.

[*](B =)

79. σῶμα δὲ οἴκαδʼ ἐμόν] βαρβαρικὸν τὸ σπεύδειν περὶ τὰς ταφάς. περιπαθῶς δὲ προκατασκευάζει ὁ ποιητὴς πρὸς ὃ μάλιστα ἀπεύχεται εἰς τοῦτο δυστυχήσαντα.

[*](B-)

85. ὄφρα ἑ ταρχύσωσι] πόθεν τὸ ταρχῦσαι; τάρχεα τὰ νενομισ- μένα τοῖς νεκροῖς πρὸς κηδείαν, ἀπὸ τῆς ταραχῆς.

[*](B=)

*ἀπὸ κοινοῦ τὸ “ὄφρα.”

[*](B=)

86. σῆμά τε οἱ χεύωσιν] λεληθότως ἀποτρέπει τῆς μονομαχίας τοὺς Ἕλληνας. αὐτὸς γὰρ ἂν ἔμελλεν ἀναιρούμενος θάπτεσθαι ἐν Ἰλίῳ πόρρω τῆς θαλάττης, ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φονεύσαντι· τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνηστον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν. διὸ καὶ ἐγκο- λάπτει δυοῖν ἐποῖν ἐπιγραφὴν τῷ τάφῳ “ἀνδρὸς μὲν τόδε σῆμα.”

[*](A + B=)

πλατεῖ Ἑλλησπόντῳ] καθʼ ὃ μέρος ἐστὶ πλατύτατος ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου.

[*](A ~)