Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

279. μηκέτι, παῖδε φίλω] ὃ μὲν σεμνοποιῶν τὰ καθʼ ἑαυτὸν [*](B=) “παῖδε φίλω” φησίν, ὁ δὲ Αἴας ἐξ ὀνόματος “Ἰδαῖς.”

281. ἄμφω δʼ αἰχμητά] ἴσους ἔφησεν αὐτούς, τὴν τοῦ Ἔκτορος [*](B =) ἧτταν ἐπικαλύπτων.

282. νὺξ ἤδη τελέθει] εὐπροσώπως, ἵνα διὰ τὸν καιρὸν εἴκειν δοκῇ. §. τὸ δὲ “τελέθει” ἀντὶ τοῦ γίνεται, ἀρ⌈χὴν⌋ λαμβάνει ἡ νύξ, τέλ⌈ειος⌋ ἐγένετο νύξ.

284. Ἕκτορα ταῦτα κελεύε〈τε〉] πρᾴου μὲν τὸ ἦθος· οὐ γὰρ [*](B=) προσφιλονεικεῖ, κρατῶν τῇ μάχῃ· συνετοῦ δέ, ὅτι οὐκ εὐθέως τῷ κήρυκι συνεχώρησεν, ἵνα 〈μὴ〉 ἄσμενος δοκῇ τὴν διάλυσιν προσίεσθαι, ἀλλὰ τὸν προκαλεσάμενον ᾠήθη δεῖν περὶ διαλύσεως ποιεῖσθαι τοὺς λόγους. ἀξιόπιστον δὲ ἑαυτῷ πορίζει νίκην· τὸ μὲν γὰρ φονεύειν κοινόν, τὸ δὲ ὁμολογίαν ἥττης δέξασθαι καὶ ἀπαγορεύσαντα ἐᾶσαι ἀξιόπιστον. διό φησι “καὶ πινυτήν” (289) 〈καὶ〉 νῦν ἐγκωμιάζει, ὑπο- γυ〈ί〉 ως τῆς ἀρετῆς αὐτοῦ πειραθεὶς καὶ πρὸς ἀπαλλαγὴν ὑποθωπεύων· ἡνίκα δὲ ὑπὸ τῆς τύχης ἐπῆρτο “Αἶαν ἁμαρτοεπές” φησίν (Il. 824). §. ἀντὶ δὲ τοῦ ἐπιταφίου εἰκόνα ἀνιεροῖ τῷ Αἴαντι ὁ ποιητής.

[*](1. οὔχʼ ἂψ ‖ 12. supplevi ex B ‖ 13. ὁρᾷ B: ὁρῶν ‖ 14. ἄρα W: γὰρ ut A B ‖ 26. ὅτι μὴ ε. ‖ 27. supplevi ex B)
250

286. *ᾗπερ ἄν] ὥσπερ ἄν.

[*](A+ B=)

289. καὶ πινυτήν] ὑποστικτέον εἰς τὸ “πινυτήν” ⌈ἢ⌋ εἰς τὸ “φέρτατος ἐσσί.”

[*](B=)

290. νῦν μὲν παυσώμεσθα—σήμερον] καλῶς προσέθηκε “σήμερον,” ἐπεὶ τὸ νῦν ἀόριστόν ἐστιν.

[*](B=)

292. * δώῃ δʼ ἑτέροισί γε νίκην] ἐντέχνως, ὡς νῦν μὴ νικηθείς.

[*](B=)

293. ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι] παροξυντέον· μέσου γάρ ἐστι δευτέρου ἀορίστου, ἀντὶ τοῦ πεισθῆναι.

[*](B=)

295. σούς τε μάλιστα ἔτας] καλῶς ἐπὶ Αἴαντος ἡ προσθήκη· πολλοὺς γὰρ εἶχεν ἀντιζήλους, οἳ συνέστησαν αὐτῷ κληρωσόμενοι. εὐφρανεῖς οὖν πάντας μέν φησιν, ἐπεὶ δὲ διαφθονοῦνται τοῖς ἀρίστοις 〈οἱ ἄριστοι〉, ἀλλά γε τοὺς σοὺς ἑταίρους· Ἕκτωρ δὲ ἀντίζηλον οὐκ ἔχει. §. ἔται δὲ λέγονται οἱ συνήθεις παρὰ τὸ ἦθος.

[*](AB =)

298. θεῖον δύσονται ἀγῶνα] τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται, διὰ τὰ ἀγάλματα.

*δύσονται] ἔν τισι “δύνονται,” οὐκ ὀρθῶς.

[*](B=)

299. δῶρα δʼ ἄγʼ ἀλλήλοισι] ἵνα δοκῇ καὶ ἐξ ἴσου ἀπηλλάχθαι, καὶ ἐπαγόμενος τὴν φιλίαν Αἴαντος.

301. * ἦ μέν] τὸ “γ” ἀντὶ τοῦ καί.

[*](B=)

302. ἀρθμήσαντε] ἁρμοσθέντες καὶ συμβιβασθέντες.

[*](AB+)

303. δῶκε ξίφος ἀργυρόηλον] ὃ μὲν ἀφρόνως ἄοπλον ἑαυτὸν ἐκ- δίδωσιν, δὲ ὅμως καὶ προπαρασπονδησάντων Τρώων οὐδὲν εἰς αὐτὸν πλημμελεῖ.

[*](B=)

304. σὺν κολεῷ τε φέρων] οὐ περιττὸν τὸ ἔπος, ἐπειδὴ ἐσπασμένον ἦν τὸ ξίφος. §. ἀναφορεὺς δὲ μαχαίρας ἢ ἀσπίδος 〈ὁ κολεός〉.

*ἐυτμήτῳ] Ἀρίσταρχος “ἐυκμήτῳ.”

[*](A=)

305. Αἴας—ζωστῆρα] οὐκ ὠφέλιμος τῷ πολεμίῳ ἡ δωρεά· ἐπάγει γὰρ “τὼ δὲ διακρινθέντες (306).

307. ἐς Τρώων ὅμαδον] “λαόν” καὶ “ὅμαδον” καλῶς διέστειλεν· [*](B=) πανταχοῦ δὲ τὸ θορυβῶδες ὑποσημαίνει τῶν Τρώων.

τοὶ δʼ ἐχάρησαν, ὡς εἶδον ζωόν τε] οἷον ἀνέλπιστον πρᾶγμα· [*](AB=) καλῶς δὲ ἐπὶ μὲν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν.

[*](4. ν. μὲν δὴ παυσώμεθα ‖ 10. κληρωσόμενοι B: κληρώσοντες ‖ 12. supplevi ex B ‖ ἀλλʼ ἄγε ‖ 24. κουλεῷ ‖ ἀλλʼ post ἔπος ut B: omisi ‖ 26. A. εὐκμἡτω ‖ 29. λαὸν B: καλὸν)
251