Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

789. πυλάων Δαρδανιάων] τῶν Σκαιῶν.

790. * οἴχνεσκον] ἐπορεύοντο.

795. ἕλκος ἀναψύχοντα] γυμνοῦντα πρὸς τὸ ἀποψῆν τὸν λύθρον.

[*](B=)

ἕλκος—τό μιν βάλε Πάνδαρος ἰῷ] οὐ τὸ ἕλκος ἔβαλεν. εἰργά- [*](A-B=) σατο δὲ ἕλκος βαλών, ὡς τὸ “νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς” (Il. 24. 151), ὅ ἐστι κτανὼν νεκρὸν εἰργάσατο. ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ ἀναχωρῆσαι εἰς τὰς ναῦς μετὰ τὸ τραῦμα.

797. τῷ τρίβετο] Ἀρίσταρχος “τείρετο,” αἱ δὲ κοιναὶ “τρί- [*](A-B=) βετο.”

798. *“ἴσχων” ὡς ἔχων.

799. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο] ἄκρως τὸ ἀνθρώπινον ἦθος [*](B=) μεμίμηται· τοῦτο γὰρ γίνεται καὶ νῦν.

801. Τυδεύς τοι] τῇ ἐπαναλήψει τοῦ ὀνόματος ηὔξησε τὸν Τυδέα.

[*](B=)

802. ὅτε πέρ μιν —πολεμίζειν οὐκ εἴασκον] καὶ ὅτε ἐγὼ αὐτὸν [*](B=) ἀπετρεπόμην, ἐκεῖνος ὅμως μαχητὴς ἦν, ἡνίκα ἦλθεν ἄγγελος εἰς Θήβας· τὸ δὲ ἑξῆς ἀσύνδετον.

803. οὐδʼ ἐκπαιφάσσειν] 〈οὐ〉 φανεροῦν ἑαυτόν, ἀλλʼ ἐν ἀγγέλου [*](B=) σχήματι μένειν. §. δύναται δὲ εἰς τὸ “ἐκπαιφάσσειν” εἶναι στιγμή, [*](B=) εἶτα ἀπὸ ἄλλης ἀρχῆς· “ὅτε τʼ ἤλυθεν—ἐς Θήβας,” ἐκέλευον μὲν ἐγὼ δαίνυσθαι, ὃ δὲ ἐπολέμει. §. τὸ δὲ “ἐκπαιφάσσειν” γίνεται παρὰ [*](B=) τὸ φῶ τὸ φαίνω Φάσσω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πτῶ πιαίνω παπταίνω.

806. αὐτὰρ ὃ θυμὸν ἔχων κρατερόν] ὑπερβολή, εἴγε καὶ ὑπὸ τῆς [*](B=) πολεμικωτάτης θεοῦ κελεύεται ἡσυχάζειν, ὃ δὲ οὐκ εἴκει ἀλλὰ πολεμεῖ, ὡσὰν ἄμετρον ἔχων ὁρμήν.

[*](6. ἀλέξανδρος || 7. πολέσκετο ut textus || 20. ζυγοῦ θεὰ ut texthus)
198
[*](B=)

807. πάντα δʼ ἐνίκα] πάντα κοῦρον, ἢ τὰ ἀγωνίσματα. §. οὐ [*](A+B=) καθόλου δὲ εὑρέθη ἐν ταῖς Ἀριστάρχου τὸ “ῥηιδίως· τοίη τοι ἐγὼν ἐπιτάρ〈ρ〉οθος ἦα·” ἐναντίον γάρ ἐστι τοῖς προκειμένοις.

809. σοὶ δʼ ἦ τοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι] ἐκ τῆς ἀντιπαραθέ- σεως ἤλεγξεν αὐτόν. φησὶ γὰρ “καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι” (810).

[*](B=)

811. κάματος πολυᾶιξ] ἐκ γὰρ πολλῆς κινήσεως ὁ κάματος. §. τὸ δὲ “δέδυκτν” ἀντὶ τοῦ ἐκάκωσεν.

[*](B-)

812. ἀκήριον] ἄψυχον ἀσθενές· σημαίνει δὲ καὶ ὑγιὲς καὶ ἄνοσον καὶ ἀθάνατον, νῦν δὲ εἰς ἀψυχίαν ἄγον.

818. ἀλλʼ ἔτι σῶν μέμνημαι] Ἀρίσταρχος “σέων” γράφει.

[*](A+)

824. μάχην ἀνὰ κοιρανέοντα] αἱ προθέσεις ἀντιπαραλαμβανόμε- ναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσιν.

[*](B=)

827. μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον] οὐ καθο- λική, ἀλλὰ πρὸς τὸ παρὸν προτρεπτικὴ ἡ παραίνεσις.

[*](B=)

831. τυκτὸν κακόν] οὐ φυσικόν, ἀλλὰ κατʼ ἐπιτήδευσιν.

836. ἐμμαπέως] συντόμως παρὰ τὸ μάρψαι, ἢ ἐρρωμένως.

[*](B=)

838. μέγα δʼ ἔβραχε —ἄξων] ἐμψύχως, ὡς καὶ ἐπὶ τοῦ “ἔκλαγ- ξαν δʼ ἄρʼ ὀιστοί” (Il. 1. 46).

[*](B=)