Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

502. κόρσην· ἢ δʼ ἑτέροιο] τὸν κρόταφον· ἐπὶ κόρσης γὰρ λέγουσιν Ἀττικοὶ τὴν γνάθον. καὶ “ἑτέροιο διὰ κροτάφοιο·” ὡς οὖν ἐλλὸς ἔλαφος, οὕτω κόρση κρόταφος.

[*](B=)

505. χώρησαν δʼ ὑπό τε πρόμαχοι] πῶς νικῶσιν Ἕλληνες, οὓς ὁ Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι ἐᾷ Ζεὺς ποινὰς τίνειν τῶν πλημ- μελημάτων τοὺς Τρῶας, ἢ καθʼ ὅτι δείκνυσι διʼ ἀμφοτέρων τὴν δύναμιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴγε ὃν ἔτρεψε μόνος Αἴας οὗτος ἅμα Διὶ καὶ τοὺς πάντας Ἕλληνας διώκει.

[*](B=)

506. ἐρύσαντο δὲ νεκρούς] τοὺς ἰδίους· φιλάλληλοι γάρ, καὶ ὑπὲρ Ἐλεφήνορος πόλεμος γίνεται, καὶ Ὀδυσσεὺς ὑπερασπίζει Λεύκου.

[*](B=)

507. νεμέσησε δʼ ἀπέλλων] φθονεῖ μὲν τῇ τῶν Ἀχαιῶν εὐπρα- γίᾳ, συνάχθεται δὲ Τρωσίν· καλῶς δὲ πρῶτοι βοηθοῦνται, ἵνα καὶ Ἀθηνᾶ παραστῇ τούτοις.

[*](B-)

510. οὔ σφι λίθος χρώς] καὶ Ἀγησίλαος παρατασσόμενος ὑπε- [*](1. αὑτῶν ‖ 9. εἴη ‖ 19. ἠδʼ ἑτάροιο ‖ 24. δείκνυσι καθότι)

159
μίμνῃσκεν, ὅτι πρὸς ἀνθρώπους καὶ τρωτοὺς ἡ μάχη· ὑπερβολὴ δὲ λίαν, εἴγε τοιούτους ὑπειλήφασι τοὺς πολεμίους· καὶ ἀλλαχοῦ· “καὶ γάρ τʼ ἦν τούτῳ τρωτὸς χρὼς ὀξέι χαλκῷ” (Il. 21. 568).

511. ταμεσίχροα] ὡς ἐμῶ ἐμέσω, οὕτω τομῶ ταμέσω.

512. οὐδʼ Ἀχιλεὺς—μάρναται] εἰδότας ὑπομιμνήσκει θρασυτέρους [*](B=) ποιῶν καὶ ἡμᾶς εἰς ἐπιπόθησιν ἄγει τῆς Ἀχιλλέως ἐξόδου· ἅμα δὲ καὶ αὔξει τὸ πρόσωπον.

513. χόλον —πέσσει] ἐπὶ πολὺ κατέχει. πολὺ γὰρ τὸ διάστημα [*](B=) ἄχρι πέψεως τῶν καρπῶν· ἐδηλώθη οὖν ἡ μῆνις Ἀχιλλέως.

515. Τριτογένεια] ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.

[*](A+ B=)

516. ὅθι μεθιέντας ἴδοιτο] οὐχ ὡς Ἀπόλλων τοὺς πάντας, ἀλλὰ [*](B=) τοὺς ἀμελεῖς. τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν, ἑκούσιον ὂν πταῖσμα· τὸ δὲ φυσικόν.

517. ἔνθʼ Ἀμαρυγκείδην] νῦν ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπεὶ [*](B=) τότε ἀπὸ τῶν Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. §. καὶ “ἐπέ- [*](B=) δησε” καλῶς ἐπὶ τοῦ κατὰ τὸν πόδα βληθέντος.

519. βάλε δὲ Θρῃκῶν ἀγός] ἐν γὰρ τῷ καταλόγῳ (Il. 2. 844) [*](B+) φησὶ μόνον ὅτι Θρᾷκας ἦγε σὺν Ἀκάμαντι, “αὐτὰρ Θρήικας ἦγ᾿ Ἀκάμας καὶ Πείροος ἥρως, ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει·” δύναται οὖν ἐν Αἴνῳ τὰ βασίλεια εἶναι.

521. λᾶος ἀναιδής] ὁ σκληρός, μεταφορικῶς, εἴγε ἀμφότερα τὰ [*](A-) νεῦρα καὶ τὰ ὀστᾶ διαρρήγνυσιν.

522. ὃ δʼ ὕπτιος] εἰκότως· σφοδρὰ γὰρ ἡ πληγή, εἴγε τὰ ὀστᾶ [*](B=) καὶ ἄμφω τὼ τένοντε συνηλοίησεν ὁ λᾶας.

523. χεῖρε—πετάσσας] συμμαχίαν αἰτῶν.

526. χύντο χαμαὶ χολάδες] μαλθακὰ γὰρ καὶ ὀλισθηρά εἰσι τὰ [*](A+ B=) ἔντερα. “χολάδες” δὲ τὰ παχέα ἔντερα, ὅθεν καὶ χόλιξ.

527. ἀπεσσύμενον βάλε δουρί] “ἀπεσσύμενον” διὰ τοῦ α.

[*](A+)

535. ὦσαν ἀπὸ σφείων, ὃ δὲ χασ〈σ〉άμενος πελεμίχθη] ἄμεινον [*](B=) οὕτως· οὐ γὰρ ἐπὶ αὐτῶν, μὴ καὶ γυμνωθῇ τῆς ἀσπίδος.

539. οὐκέτι ἔργον ἀνήρ] πλεονασμὸς τὸ “ἔτι·” “μηκέτι πάμπαν [*](A+ B=) Ἀχιλλῆι προμάχιζε” (Il. 20. 376)· “ἥν μοι δῶκε πατὴρ ἔτι” (Od. 23. 228). §. παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν [*](B=) ἐπαναπαύει τὸν ἀκροατήν.

[*](3. γε post τούτῳ omisi ‖ 8. τε post χόλον omisi ‖ 9. πέψεως B: πεύσεως ‖ 19. πείρωος ‖ οὓς ‖ 32. ἕν μοι)
160
[*](B=)

541. ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη] θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς μάχης ὑπὸ θεῶν ὁδηγούμενον, ἵνα ἀθορύβως σκοποίη, καὶ ἐν μέσοις τοῖς μαχομένοις, ἵνα ἀκριβῶς θεῷτο.