Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

441. Ἄρεος ἀνδροφόνοιο κασιγνήτη] ἀπὸ τῆς ὁμοιότητος τῶν παθῶν πλάττουσι τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ “Φύζα, Φόβου κρυόεντος ἑταίρη” (Il. 9. 2)· ἔστιν οὖν δελφὴ αὐτῷ τοὺς τρόπους, οὐ ξυγγενὴς ἡ “Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε.”

[*](B=)

442. ἥ τʼ ὀλίγη μὲν πρῶτα] ποιητικῶς ἐσήμανε τῆς ἔριδος τὸ πάθος.

[*](B=)

445. ὀφέλλουσα στόνον ἀνδρῶν] ἐκ γὰρ τοῦ ἐρίζειν πλείων ὁ φόνος γίνεται.

[*](B=)

447. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα] τὰς μὲν πρὸς τὸ μηδὲν παθεῖν, τὰ δέ, ἵνα τι δράσωσιν.

[*](B=)

448. ὀμφαλόεσσαι] τινὲς ὀμφαλοέσσας τὰς εὐομφάλους, ὡς “ποιητὰς—πύλας” (Il. 12. 470) εὐποιήτους.

[*](B=)

ὀμφαλόεσσαι] ὁτὲ μὲν αὐτὰς εὐκύκλους, ὁτὲ δὲ ὀμφαλοέσσας καλεῖ, τὴν ἀπὸ κέντρου πρὸς τέλος τυπῶν ἰσότητα, καὶ πάντοσε ἴσας.

[*](B=)

449. ὀρυμαγδός] ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον ὅπλων, στρατιωτῶν ἀλαλαγμόν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγω- νιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.

450. οἰμωγή τε καὶ εὐχωλή] Θουκυδίδης “πάντα ὁμοῦ ἀκοῦσαι” φησὶν “ὀλοφυρμὸς βοή, κρατοῦντες κρατούμενοι” (7. 71)· καὶ Γοργίας “ἀνεμίσγοντο δὲ λιταῖς ἀπειλαὶ καὶ εὐχαῖς οἰμωγαί.”

[*](B=)

οἰμωγή τε καὶ εὐχωλή] ἀκριβῶς ἔχει ἡ λέξις· πρότερον γὰρ ὁ παθὼν ἀνοιμώζει, εἶτα ὁ δράσας ἐπʼ αὐτῷ μεγαλαυχεῖ.

[*](B=)

451. 〈ῥέε⟩] ἐμφαντικῶς· οὐ γὰρ εἶπεν ἐρραίνετο, ἀλλʼ ὡσεὶ λέγοις “ἐπήγαζεν αἷμα.”

[*](8. ἀπλήρωτον A B: ἄτρωτον ‖ 11. ἀδελφὴ B: ἀδελφὸς ‖ 27. ὤρνυται ‖ 33. ἐρέετο)
155

452. ὡς δʼ ὅτε χείμαρροι] ἔστιν ἀκοῦσαι δύο ποταμῶν ἤχου. [*](B=) πανταχόθεν δὲ αὐτῶν ηὔξησε τὸν ἦχον. οὐ γὰρ διὰ πεδίων ἀλλʼ ἐξ ὄρους ῥέουσιν, ἵνα μὴ ῥύσις ἀλλʼ ἐμβολὴ ὕδατος ᾖ· καὶ εἰς τὸν αὐτὸν τόπον καταφέρονται, τῇ συμπτώσει τῶν ῥευμάτων πολὺν ἀπερ- γαζόμενοι τὸν ἦχον· καὶ “κρουνῶν ἐκ μεγάλων” προστίθησι, τῷ πλήθει τοῦ καταρρήσσοντος ὕδατος τραχὺν τὸν ψόφον ἐγείρων· καὶ τὸ κοίλωμα δὲ τὸ δεχόμενον αὐτοὺς μισγάγκεια εἴρηται, τραχυνόμενον τῇ ὀνομα- τοποιίᾳ καὶ συναπειλοῦν τῷ ῥεύματι. ἴσως δὲ καὶ δύο τοὺς ποταμοὺς παρέλαβεν οὐκ αὐξήσεως μόνον ἕνεκεν, ἀλλʼ ὅτι εἰσὶ καὶ τὰ στρα- τεύματα δύο, καὶ τούτους ἐμπίπτοντας ἀλλήλοις· καὶ γὰρ οἱ στρατοὶ ἀλλήλοις ἐπεφέροντο.

*ὄρεσφι] τὸ σ ἔδωκεν ἡ συγκοπή, ὡς θεόφατον θέσφατον.

453. μισγάγκειαν] τὸ ἄγκος, εἰς ὃ μίγνυνται οἱ ποταμοί.

[*](AB=)

ἐς μισγάγκειαν] τὸ ἑξῆς, ὡς δʼ ὅτε χείμαρροι κατʼ ὄρεσφι ῥέοντες [*](B=) ἐς μισγάγκειαν συμβάλλετον τὸ ὕδωρ ἐκ τῶν κρουνῶν ἔσω τῆς χαράδρας.

455. τηλόσε δοῦπον] γράφεται “τηλόσε,” εἰς μακρὰν ἀφικνου- [*](B=) μένων τῶν ψόφων· ἄμεινον δὲ τὸ “τηλόθι·” ἀποκέκλεισται δέ που χειμῶνος ὄντος ὁ ποιμήν.

456. ὣς τῶν μισγομένων γένετο ἰαχή τε φόβος τε] Ἀρίσταρχος [*](A=) “πόνος·” οὔπω γὰρ γέγονε φυγή· ἀλλʼ ἐὰν πόνος ᾖ, ἐνέργειαν, ἐὰν δὲ φόβος, τὸ δέος δηλοῖ ὁμοίως τῷ τοῦ ποιμένος φόβῳ.

457. πρῶτος δʼ Ἀντίλοχος] τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ ἄλλην [*](B-) ἀριστείαν αὐτοῦ οὐ γράφει, ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα—“πρῶτος ἐγὼν ἕλον ἄνδρα” (Il. 11. 738) —καὶ θεατὴν αὐτὸν ἔχει· καὶ “Ἀντίλοχ᾿, οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν” (Il. 15. 569). θερμότητος οὖν νεωτερικῆς τὸ ἔργον. ἢ Τρῶες καταφρονοῦντες Νέστορος κατὰ τοῦτο μᾶλλον ἐνέκρουσαν τό μέρος.

458. Θαλυσιάδην Ἐχέπωλον] κύριον τὸ δεύτερον· ἐπιθετικῶς [*](AB=) γάρ φησιν ὅτε ταχύπωλον λέγει καὶ αἰολοπώλους καὶ πατρωνυμικοῖς ἀντὶ κυρίων 〈οὐ⟩ χρῆται, ὅτι μὴ ἐπὶ τοῦ “καὶ Ἀργεάδην Πολύμη- λον” (Il. 16. 417).

459. * φάλον] τὸ τετυφωμένον.

460. ἐν δὲ μετώπῳ πῆξεν] ἱκανὴ μὲν καὶ ἡ τῆς κεφαλῆς ἔκπληξις [*](B+) [*](13. ἄγγος: corr. Bekker ‖ 18. ἀποκεκλεῖσθαι ‖ 20. γένετʼ ‖ 30. γ. ὅτε φησὶ ‖ 34. κεφαλῆς scripsi: πληγῆς)

156
ἄκαιρος οὖσα θανατῶσαι· ἢ καὶ τῆς μήνιγγος, ἣ διείργει τὸν ἐγκέφα- λον, διῃρημένης καὶ τοῦ δόρατος ἄχρι τῆς τοῦ ἐγκεφάλου βάσεως εἰσθορόντος. σημείωσαι δὲ ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· “τόν ῥ᾿ ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων” (Il. 16. 606)· “αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ. ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο” (ib. 411)· τοῦ κυρίου γὰρ τρωθέντος τόπου ἅμα τῇ πληγῇ ὁ θάνατος, οὐδὲ ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. ἐπὶ δὲ ὀμφαλοῦ “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινός” (Il. 13. 568)· “ἀντικρὺ δὲ διέσχε παῤ ὀμφαλὸν —γνὺξ δʼ ἔριπʼ οἰμώξας” (Il. 20. 416). οἱ γὰρ περὶ γαστέρα τόποι νευ- ρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν δέχονται.

[*](B=)

462. ἤριπε δʼ, ὡς ὅτε πύργος] ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος.

[*](B=)

ἤριπε] εἰς τὴν ἔραν ἔπεσεν.

[*](A+)

465. ἕλκε δʼ ὑπὲκ βελέων] εἰς τὸ “βελέων” ὀλίγη διαστολή. [*](B=) §. ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω φοράν.

[*](B=)

466. τεύχεα συλήσειε] δικαίως κολάζεται ὁ αἰσχροκερδής, δέον τῶν ζώντων ἅπτεσθαι.

[*](B=)

468. πλευρὰ —ἐξεφαάνθη] καὶ ἡμεῖς εἴδομεν αὐτοῦ τὰ πλευρά· καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα.

[*](B=)

παῤ ἀσπίδος ἐξεφαάνθη] ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν.

[*](B=)