Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

428. ἤλυθες ἐκ πολέμου] πλανώμενοι τινες ὑποστίζουσιν ἐν τῷ [*](AB=) “πολέμου” διὰ τὴν ὑπόκρισιν· Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν φησιν.

[*](1. οὕτω Ludwich: οὐ 2. πράσω, at ω incertum ‖ 3. προσανέουσα pr. πορσανέουσα sec. ‖ 5. προσανέουσα ‖ 8. ἔρεσθε ‖ 9. ἡ θ. ἐ. σμικροῖς ὀνείδεσιν οὐ ‖ τις, ut coni. Porson: om. B ‖ 14. Θαμύριδι B: θαμύριδος 15. ἔχθεα λ. textus ‖ A. ἄχθεα AA ‖ 25. πρασσόντων B)
122

*τὸ “ὡς” ἀντὶ τοῦ εἴθε.

429. ἀνδρὶ δαμείς, ὃς ἐμός] διαθρύπτεται, ὡς τὸ “δαὴρ αὖτʼ ἐμός” (180).

[*](B=)

430. ἦ μὲν δὴ πρίν γʼ εὔχεο] ἠθικῶς αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ ἐρῶντος ἐπʼ ἀνδραγαθίᾳ αὐχεῖν.

[*](B=)

431. σῇ τε βίῃ 〈καὶ χερσὶ〉 καὶ ἔγχει φέρτερος εἶναι] “βίῃ” τῇ ψυχῆ, χερσί” τῷ σώματι, “ἔγχει” τοῖς ἀμυντηρίοις.

[*](B=)

433. ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφρο- δίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀπεδόθη 〈ἂν〉 κατὰ τὰ δεδογμένα. καὶ διὰ τοῦτο καὶ ἐκδειματοῦσα ἀρηίφιλον αὐτόν φησιν.

[*](A+ B=)

434. παύσασθαι κέλομαι] παρατατικῶς τὸ παύεσθαι. §. τελεία δὲ [*](A+ B=) εἰς τὸ κέλομαι,” καὶ τὰ ἑξῆς ἀντὶ τοῦ προστακτικοῦ.

436. *ἀφραδέως] ἀπείρως.

438. *μή με] ἀντὶ τοῦ “μή μου.”

[*](B=)