Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

416. μητίσομαι αἴσχεα λυγρά] καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν [*](Β=) ἐξουσίαν οἱ θεοί, ὡς αἱ Μοῦσαι ἐπὶ Θαμύριδι (Il. 2. 599).

αἴσχεα λυγρά] ἡ μὲν ἑτέρα τῶν Ἀριστάρχου “αἴσχεα,” ἡ δὲ [*](A=) ἑτέρα “ἄλγεα.”

417. *ὄληαι] ἀντὶ τοῦ ὄλοιο.

418. ἔδδεισεν δʼ Ἑλένη] διδάσκει μὴ θρασείας γίνεσθαι πρὸς [*](B=) τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις.

419. βῆ δὲ κατασχομένη] πάλιν κοσμίως ἀναχωρεῖ.

ἑανῷ ἀργῆτι φαεινῷ] ἐκ παραλλήλου τὸ αὐτό.

421. δόμον περικαλλέʼ ἵκοντο] τοῦ Ἀλεξάνδρου· ἐπὶ δὲ Ἕκτορος “δόμους εὖ ναιετάοντας” (Il. 6. 497).

422. ἀμφίπολοι μὲν—ἐπὶ ἔργα] ἔδει γὰρ αὐτὰς χωρίζεσθαι [*](B=) διαλέξεως ἀνδρὸς καὶ γυναικός, τὰ συνήθη πρασσούσας.

424. δίφρον ἑλοῦσα— Ἀφροδίτη] εἰ μὲν ὡς γραῦς, οὐκ ἄτοπον· εἰ δὲ [*](B=) ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει Ὀδυσσεῖ (Od. 19. 34). καὶ οὐ θαυμαστόν, εἰ ἀδελφῇ ὑπηρετεῖται· διὸ καὶ ἐπάγει “κούρη Διός.”

427. ὄσσε πάλιν κλίνασα] ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης [*](B=) τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ.