Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

259. ῥίγησεν δʼ ὁ γέρων] φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ Ἕκτωρ “ἐχάρη μέγα μῦθον ἀκούσας.”

[*](12. πρόσωπον ἔδει ‖ 17. μεταξύ ‖ 28. Λαομέδοντος ‖ 33. Ἑλληνίδα B)
113

261. ἂν δʼ ἄῤ ἔβη Πρίαμος] προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν. [*](B=) ἄγει δὲ τὸν Ἀντήνορα ὡς συνετὸν καὶ πρόξενον Ἑλλήνων.

262. βήσετο δίφρον] ὁ μὲν Ἀρίσταρχος ἄμεινόν φησι τὸ “βήσετο,” [*](A=) οὐ μεταποιεῖ δὲ τὴν γραφήν.

267. ὤρνυτο δʼ αὐτίκʼ ἔπειτα] “ἔπειτα” ἀντὶ τοῦ δή.

269. ὅρκια πιστὰ—σύναγον] λείπει τῶν Τρώων καὶ τῶν Ἑλλήνων.

270. ἐπὶ χεῖρας ἔχευαν] διὰ τοῦ ο τὸ “ἔχευον,” καὶ ἔστιν ἀνα- [*](A B=) λογοῦν τῷ “μίσγον.”

271. Ἀτρείδης δὲ ἐρυσσάμενος] ἀξιόχρεως αὐτουργῶν ὁ βασιλεύς. [*](B-) ἢ ὡς ἀγνοούντων τῶν Τρώων· Μενέλαος γοῦν αὐτοὺς διδάσκει (103).

272. ἄωρτο] Ἡρωδιανὸς ἄρω κατὰ πλεονασμὸν τοῦ ω.

[*](A+)

273. ἀρνῶν ἐκ κεφαλέων] τινὲς “ἀρνέων,” ἵν᾿ ᾖ ὡς “ἱππείων [*](A+B=) ὁπλέων” (Il. 11. 536). §. σημειωτέον δὲ ὅτι τῶν ἐναγιζομένων οὐκ [*](B=) ἐπιβάλλουσι τὰς τρίχας πυρί, ὡς οὐδὲ τοῦ κάπρου (Il. 19. 253).

274. νεῖμον ἀρίστοις] τοῦ οἴνου, ἢ τῶν τριχῶν ἅψασθαι.

276. Ζεῦ πάτερ Ἴδηθεν μεδέων] καθʼ ἑκάστην προσαγόρευσιν [*](A + B=) διασταλτέον.

Ἴδηθεν μεδέων] ἀντὶ τοῦ ἐξ Ἴδης ἐποπτεύων. §. τὸ〈ν〉 ἐπιχώριον [*](B=) καλεῖ, ἐκπολεμῶν αὐτὸν αὐτοῖς, εἰ παραβαῖεν τοὺς ὅρκους.

[*](B.)

277. ἠέλιός τε] Ἀττικῶς· “ἀλλά, φίλος, θάνε καὶ σύ” (Il. 21. 106).

[*](A +)

278. καὶ οἳ ὑπένερθε] ἐκφοβῶν τοὺς Τρ⌈ῶ⌋ας οὐρανίους ἐπιγείους [*](B=) ὑπογείους καλεῖ θεούς· δεισιδαιμονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτάνοντας λέγων. §. “ὑπένερθε” δὲ θεοὺς [*](B=) λέγει Πλούτωνα καὶ Περσεφόνην.

279. ὅτις ἐπίορκον ὀμόσσῃ] τελεία εἰς τὸ “ὀμόσ〈σ〉ῃ.”

280. μάρτυροι ἔστε] βαρυντέον τὸ “ἔστε” καὶ προστακτικῶς [*](A+B=) ἐκδεκτέον.

φυλάσσετε δʼ ὅρκια πιστά] ἀντὶ τοῦ πιστώσατε τὰ ἐπὶ πίστει [*](B=) γινόμενα.

281. Ἀλέξανδρος καταπέφνῃ] ἀνεμεσήτως προέταξε τὴν τοῦ [*](B=) ἀδελφοῦ ἧτταν.

εἰ μέν κεν Μενέλαον] ὅλῃ τῇ παραβάσει τῶν συνθηκῶν ἀπολογίαν [*](B=) δίδωσι προσθεὶς τὸ “κτείνῃ ξανθὸς Μενέλαος·” δικαίαν γὰρ ἀπο- λογίαν παρέχει Τρωσὶ δυναμένοις λέγειν, ὅτι οὐκ ἐγένετο τὸ ὁρισθὲν [*](11. ἄρω A: αἴρω ‖ 22. δεισιδαιμονεῖν B; δεισιδαίμονα 25. ὅστις ‖ 28. πιστώσητε ‖ 30. κατέπεφνε ‖ 33. ξανθὸν Μενέλαον)

114
ὑπὸ σοῦ. οὐ γὰρ ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος. δύνανται δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκτορος προβαλλόμενοι “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται” (92), εὐλόγως ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι μάλιστα δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοις ὁριζόμενα.

[*](B=)

286. τιμὴν δʼ Ἀργείοις] ἔθος τοῖς προκαθημένοις τὰς ἐκτίσεις αἰτεῖν· ὁ οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, ὃ δὲ μεγαλοφυῶς τὸ ἐπιζήμιον ὁρίζει. ἐπειδὴ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ.

[*](B=)

τιμὴν δʼ Ἀργείοις] οὐ δίκαιον γὰρ τοὺς προκατάρξαντας ἐπίσης ἀπαλλάττεσθαι.

287. ἥ τε καὶ ἐσσομένοισιν] καὶ τοῦτο πρὸς εὔκλειαν τοῦ κατορ- θώματος.

288. εἰ δʼ ἂν ἐμοὶ τιμήν] τρίτον ἐν τῇ προσωποποιίᾳ. §. ὅτι ὑπο- στιγμὴν ἐποίησε τὸ 〈εἰ〉 δέ.

ἐμοί] ὡς τῷ μὲν ἀδελφῷ τῆς Ἑλένης, αὐτῷ δὲ τῆς ποινῆς ὀφειλομένης.

[*](B=)

290. καὶ ἔπειτα μαχήσομαι] οἶδε γὰρ εὔνους τοὺς θεούς, εἰ παρα- βαῖεν· ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται ἡ Ἑλένη.

[*](A +)