Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

224. οὐ τότε γʼ ὧδ᾿ Ὀδυσῆος ἀγα〈σ〉σάμεθα] οὐχʼ ὣς ἐπὶ τῇ [*](A + B=) μορφῇ τότε ἐθαυμάσαμεν, ὥσπερ τὸν λόγον.

225. τὸ τρίτον αὖτʼ Αἴαντα] μετὰ φρόνησιν ἡ ἀνδρεία.

[*](B +)

226. ἠύς τε] προσηνὴς τὴν ὄψιν.

227. ἔξοχος—κεφαλὴν ἀδʼ εὐρέας ὤμους] διὰ μὲν τῆς κεφαλῆς τὸ μῆκος, διὰ δὲ τῶν ὤμων τὸ πλάτος.

229. ἕρκος Ἀχαιῶν] ἐπὶ δὲ Ἀχιλλέως “μέγα ἕρκος” φησίν (Il. [*](B +) 1. 283).

230. θεὸς ὥς] κάλλει. τὸ δὲ “Κρήτεσσι” προσέθηκεν, ὅπως [*](B=) δειχθῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις, εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ.

232. *ξείνισσεν] ὡς συγγενῆ.

235. *ἐὺ γνοίην] ἀντὶ τοῦ γινώσκω.

[*](B=)

236. οὐ δύναμαι ἰδέειν] ὡς ἐκπετάσασα πάντη τὴν θέαν. πῶς [*](B=) οὐκ ἐρωτηθεῖσα προβάλλεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής, βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν, ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς [*](14. suppl. Friedlaender ‖ 18. ante τὸ λ. 3 litt. erasae, videtur διὰ ‖ 20. ἔτι τὴν μορφὴν)

112
αἰχμαλώτοις. §. Ζηνόδοτος δὲ διοικητὰς ὑπολελεῖφθαι τῆς Ἑλλάδος φησὶν τοὺς Διοσκούρονς.

[*](AB=)

238. αὐτοκασιγνήτω, τώ μοι μία] τοῦτο καὶ τοῖς πρώτοις δύναται συνάπτεσθαι.

[*](B=)

αὐτοκασιγνήτω] ἀλλήλων ἀδελφοὺς ὁμομητρίους· καὶ τοὺς ὁμο- πατρίους δὲ οὕτω καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον.

[*](AB=)

239. ἢ οὐχ ἑσπέσθην—ἢ δεῦρο μὲν ἕποντο] ὁ Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευ〈κ〉τικούς, Ἡρωδιανὸς 〈δὲ〉 τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχόμενος.

[*](B=)

240. ἢ δεῦρο 〈—νέεσσʼ ἐνὶ ποντοπόροισιν〉] οὐκ ἔστιν Ἀττικὸν τὸ δεύρω· οὔποτε γὰρ μακρᾶς προκειμένης τὴν τοιαύτην ἔκτασιν [*](A+) ποιοῦνται. §. τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ τῷ κυριω- τέρῳ συντάττεσθαι· ὅμως ἀδιαφόρως συντέτακται.

[*](B-)

242. αἴσχεα δειδιότες] στυγοῦντες, ὡς “ῥιγεδανῆς Ἑλένης” (Il. 325) τῆς στυγητῆς.

[*](A- B =)

καὶ ὀνείδεα] εἰς τὸ “ὀνείδεα” στικτέον, ἐπειδὴ τὸ “πολʼ ἅ” συνα- λ〈ε〉ιφόμενον οὐ δέχεται στιγμὴν ἐν μεταξύτητι.

[*](B=)

πόλλʼ ἅ μοι ἐστίν] ἀντὶ τοῦ διʼ ἐμέ ἐστιν. ἑαυτῆς δὲ κατη- γοροῦσα ἔλεον ἐπισπᾶται.

[*](AB=)

245. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν] ἐδύνατο τὸ “θεῶν” καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι ἐν τοῖς ἑξῆς φησιν “ὅρκια πιστὰ θεῶν σύναγον” (269).

[*](B -)

246. καὶ οἶνον ἐύφρονα] παρὰ γὰρ τὴν ὄνησιν ἐτυμολογοῦσιν· καὶ “αὐτὸς ὀνήσεαι, αἱ κε πίῃσθα (Il. 6. 260).

248. κύπελλα] χύπηλά τινα ὄντα, ἔνθα ὁ πηλὸς χεῖται.

[*](A- B=)

250. ὄρσεο, Λαομεδοντιάδη] μετὰ τὴν προσαγορευτικὴν ἡ στιγμή· τὸ δὲ “ὄρσεο” ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός ἐστιν.

[*](A+)

Λαομεδοντιάδη] Πρίαμος μητρός ἐστι Ζευξίππης.

252. ἐς πεδίον καταβῆναι] ἠνεμόεσσα γὰρ ἡ πόλις.

[*](B -)

254. μακρῇς ἐγχείῃσι] τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα.

[*](B=)

258. Ἄργος ἐς ἱππόβοτον] Ἀργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ τὴν Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ᾿ Ἄργος ἱππόβοτον τὴν Θεσσαλίαν λέγειν, Ἀχαιίδα δὲ πᾶσαν τὴν Ἑλλήνων.

[*](B=)