Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

54. Νεστορέῃ παρὰ νηί] εἰκότως παρὰ τῇ Νέστορος· τούτῳ [*](B+) γὰρ ὁ ὄνειρος εἴκασται. §. “Πυλοιγενέος” δέ, ἐν Πύλῳ τὸ γένος ἔχοντος.

[*](B=)

55. ἠρτύνετο] ἥρμοζε, παρὰ τὸ ἄρω. ὡς ὀργιζόμενος δὲ οὐκ ἀναφέρει Κάλχαντι, ἢ ὡς αὐτοκρίτου ὄντος, ἢ ὅτι τῶν ὀνείρων τὰ χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ Νέστωρ.

[*](B-)

56. θεῖός μοι ἐνύπνιον] ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως. ἔστι δὲ καὶ ὄνομα. Κρατῖνος “θράττει μέν” (fr. 363 Kock). §. “διὰ [*](B=) νύκτα” δὲ ἀντὶ τοῦ διὰ τῆς νυκτός.

[*](B-)

58. φυήν τʼ ἄγχιστα] ἴσως τῷ ἐξειδέναι ψυχῆς φυὴν τοῦτό φησιν.

72. * ἀλλʼ ἄγετε] λείπει τὸ σκοπήσωμεν. οἶδε δὲ καὶ αὐτὸς τὸ δυσχερές.

[*](B=)

ἀλλʼ ἄγετʼ αἴ κεν πως] δισταγμὸς ὁ τρόπος. οὐ περιμένει δὲ κρίσιν· οὐ γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτούς, ἀλλʼ ὅπως εὐέλπιδας ποιήσῃ.

[*](A=)

ἀλλʼ ἄγετʼ αἴ κεν πως] ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν πότερον οἰκείᾳ πολεμοῦσι προθυμίᾳ ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν ηὐτομόλησεν.

[*](AB=)

73. πρῶτα δʼ ἐγὼν ἔπεσιν πείρησομαι] οἶδεν αὐτοὺς ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δʼ οὐκ ἐνῆν τὸν πρώην φοβερόν, λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι” (Il. 1. 186), ἀλλʼ οὐδὲ ἐπιτάσσειν, μή πως ἀντι- λεγόντων δευτέρα στάσις γένηται. ἄλλως τε τῇ παραδόξῳ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μή, ἐλάνθανε τὸ βούλημα· ἄλλως δʼ ἀπέβη· βλάπτει γὰρ ὁ Ζεύς.

[*](A=)

*ἣ θέμις ἐστί] ἀντὶ τοῦ ὡς· διὸ δασύνεται.

[*](AB=)

74. πολυκλήισι] κληίς παρὰ τὸ κλᾶσθαι ἐπʼ αὐτῆς καθεζομένους.

[*](B=)

75. ἐρητύειν] οὐκ ἐκείνους φεύγοντας, ἀλλʼ ἐμὲ ταῦτα λέγοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν αὐτούς.

[*](B=)

76. τοῖσι δʼ ἀνέστη] ἔθος γὰρ ὀρθοὺς λέγειν. 9. “ἠμαθόεντος” δὲ [*](B=) ἢ παραθαλασσίας· ἢ Ἠμαθόεις ποταμὸς Πύλου.

[*](1. τῆ νηὶ ‖ 8. θράττει με τὸ ἐνύπνιον Paris. 2556 ‖ 20. ἐπέεσι πειρήσομεν ‖ 23. οὔτε ‖ 34. Ἠμαθόεις Dindorf: Ἠμαθόης)
63

79. ἠδὲ μέδοντες] πρόβουλοι παρὰ τὰ μήδεα· τὸ δὲ ῥῆμα καὶ ὡς [*](B+) περισπώμενον.

80. ἄλλος ἔνισπε] ὡς ἤνιπτε.

81. νοσφιζοίμεθα] ἐχωριζόμεθα τῆς πίστεως. §. τὸ δὲ “μᾶλλον” [*](B=) ἢ Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι.

[*](B=)

82. νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος] ἀληθῆ γὰρ δοκεῖ ὅσα ἢ θεοὶ ἢ [*](A~) ἀξιόλογοι ἄνδρες δοκοῦσι λέγειν.

84. βουλῆς ἐξῆρχε] ἐκ τοῦ βουλευτηρίου, ὥστε νεῖσθαι. τοῦτο δὲ [*](B=) ἡ ἡλικία καὶ ἡ τιμὴ ἡ παρὰ Ἀγαμέμνονος δίδωσι τῷ Νέστορι.

85. οἳ δʼ ἐπανέστησαν] ἀντὶ τοῦ πάντες ἀνέστησαν. τινὲς δὲ [*](B-) “πανέστησαν.”

86. σκηπτοῦχοι βασιλῆες] καὶ γέροντες γὰρ καὶ ἱερεῖς ἐσκηπτρο- [*](A~B=) φόρουν.

ἐπεσσεύοντο δὲ λαοί] ὁρῶντες ἤδη συνιόντας τοὺς ἐν τέλει.

[*](B=)

ἔθνεα εἰσι] τὸ “εἶσι” καὶ ἑνικὸν δύναται εἶναι, ὡς “δοῦρα [*](B=) σέσηπε” (Il. 2. 135) καὶ πληθυντικόν, ὡς “σπάρτα λέλυνται” (ib.).

87. ἔθνεα εἶσι] πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα ἔδει· [*](AB=) πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ τὸ ζῷον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι δὲ κέντροις εἰσίν, ὑπή- κοοί τε καὶ αὗταί εἰσι καὶ ἐπʼ ἔργον ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι. φιλάλ- ληλοί τε εἰσὶ μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται.

ἀδινάων] παρὰ τὸ ἅδην· διὸ δασύνεται.

[*](AB=)

88. αἰεὶ νέον ἐρχομενάων] οἳ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι [*](A+B=) θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου οἱ δὲ “νέον” τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχύ τι π〈τ〉ᾶσαι ἐφιζάνουσι τοῖς ἄνθεσι καὶ πάλιν μετίασι ἐφʼ ἕτερα ἄνθη.

89. βοτρυδόν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες. οὕτω [*](AB=) δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου.

εἰαρινοῖσιν] τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη τὰ ἄνθη διὰ [*](B=) τὸ εὔκρατον τοῦ ἀέρος.

92. ἠιόνος προπάροιθε] χρόνου καὶ τόπου. ἠιὼν δέ, οὗ ἀκούεται [*](B-) [*](1. τὸ μήδεα B ‖ 3. ἤνιππε ‖ 17. schol. cum praecedenti coniunetum ‖ 21. αὐταὶ ‖ 28. πτᾶσαι B ‖ 31. ἀλλήλαις)

64
[*](B-) τῶν κυμάτων ὁ κτύπος. §. “βαθείης” δὲ οἳ μὲν μακρᾶς, ἐπεί καὶ “φρείατα μακρὰ νάουσιν” (Il. 21. 197), ἀντὶ τοῦ βαθέα· ἢ τοῖς μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή· διό φησι προκρόσ〈σ〉ας Ἀρίσταρχος.

*προπάροιθε] καὶ ἐπὶ χρόνου· “οὔ τις ἀνὴρ προπάροιθεν” (Od. 11. 483).

[*](B =)

ἐστιχόωντο] στείχω στιχῶ, ὡς πείθω πιθῶ, φείδω φιδῶ.

[*](B+)