Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

124. ἀγλαὰ δῶρα] πρὸς τὸ σημαινόμενον ὑπαντῶν τὸν χρυσὸν “ἀγλαὰ δῶρα ” εἶπεν.

[*](B=)

127. ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους] “ὁμοῦ” τῷ Ἀγαμέμνονι, ἀντὶ τοῦ ἐν ταὐτῷ. §. διὰ δὲ τοῦ “φύγον ἡνία” καὶ τοῦ “κυκηθήτην” αἰτίαν [*](B–) δίδωσι τοῦ ταραχθέντας περιπεσεῖν Ἀγαμέμνονι· διὰ γὰρ τὴν τσραχὴν καὶ ἀφηνίασιν τῶν ἵππων συμπλέκονται τῷ βασιλεῖ, ὅπως καὶ λόγον προέμενοι διδάξωσι τὰ περὶ τοῦ πατρός.

[*](A+)

128. * φύγεν] διὰ τοῦ ε “φύγεν.”

[*](B=)

130. τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην] καινὸν τὸ τῆς διαθέσεως. ἕνα ἱκετεύουσι δύο, καὶ πεζιν ἐποχούμενοι ἄρματι, οὐδὲ ὁτιοῦν προνοού- μενοι τῆς φυγῆς.

[*](B=)

131. ζώγρει, Ἀτρέος υἱέ, σὺ δʼ ἔξια] οὐδεὶς Ἑλλήνων τοιοῦτος· εἰσὶν οὖν πλούτῳ μᾶλλον ἢ δυνάμει ἐναβρυνόμενοι.

σὑ δʼ ἄξια] προσαγωγῶς ἐπʼ αὐτῷ ποιοῦνται τὴν αἵρεσιν, πως ὅσα θέλει λάβῃ.

[*](B=)

132. πολλὰ δʼ ἐν Ἀντιμάχοιο] καὶ τοῦτο προσαγωγὸν ὡς ληψο- μένου ὅσα βούλεται· εἰς εὐσέβειαν δὲ ἡμᾶς παρακαλεῖ τὸν ἐξ ἀσεβείας χρδματισάμενον στερίσκων τῶν παίδων, διʼ σὓς καὶ μάλιστα συνή- γαγε τὸν χρυσόν.

[*](A=)

∗ Ἀντιμάχοιο δόμοις] Ζηνόδοτος “Ἀντιμάχου πατρός.”

[*](B-)

134. τῶν κέν τοι χαρίσαιτ〈ο〉 —ἀπερείσια] δύο γάρ εἰσι τὸ θέλειν καὶ 〈τὸ) δύνασθαι, ἄπερ ἄμφω προβάλλονται· καὶ τὸ “ χαρίσαιτο” ὡς μὴ ποιησόντων αὐτῷ αἴσθησιν τῶν δώρων. ἀνοήτως καὶ τοῦ πατρὸς ὑπομιμνήσκουσι τὸν Ἀγαμέμνονα καὶ τοῦ χρυσίου, ἃ παρʼ Ἀλεξάνδρου δῶρʼ ἔλαβεν (124).

[*](A=)

135. *ζώους] Ἀριστοφάνης ʼζωῳώ.”

[*](B=)

137. * ἀμείλικτον δʼ ὅπα] “ ἀμείλικτον” ἑαυτοῖς, δικαίαν δέ.

[*](B=)

138. εἰρωνικῶς τοῦτό φησιν, ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ ποιούμενος,

*δαίφρονος] Ζηνόδοτος γράφει “κακόφρονος.”

[*](B=)

140. ἀγγελίην ἐλθόντα] μετʼ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων νόμον φονεύειν ἐπεχείρησεν.

[*](6. ταὐτῷ B: τούτῳ ‖ 9. διδάξειαν ‖ 15. ἐναβρυνόμενοι B: ἐπιτριβόμενοι ‖ 17. λάβοι ‖ 20, 21. συνῆγε B ‖ 22. δόμοισι ‖ Ἀντιμάχου A: Ἀντιμά- χοιο ‖ 23. τὰ ἐναντιούμενα post εἰσὶ add. B ‖ 24. supplevi ex B ‖ 25. an ἄχθος τ. δ. cf. p.394, 29 * ‖ δέ pro καὶ B)
387

ἀγγελίην] ἀντὶ τοῦ εἰς πρεσβείαν. §. δύο δὲ σημαίνει ἡ λέξις παρὰ [*](A=) τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ “ἀγγελίην εἴποιμι περίφρονι [*](A B=) Πηνελοπείῃ” (Od. 15. 314), καὶ τὸν ἄγγελον ἤτοι τὸν πρέσβυν, ὡς ἐνταῦθα “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι.”

141. * ἐξέμεν] πέμψαι· δασύνει δὲ τὸ “ἔμεν·” τὸ γὰρ εἷναι καὶ [*](A=) ἀφεῖναι παραγωγῶς γέγονεν “ ἔμεν,” ὡς τὸ θεῖναι θέμεν.

142. τοῦ πατρὸς τίσετε λώβην] ἃ ἐλωβήσατο ὁ πατήρ· διδά- [*](B=) σκει γάρ, ὅτι καὶ παισὶ φυλάσσονται τὰ πταίσματα.

*τοῦ πατρός] τινὲς “ σφοῦ πατρός.”

144. οὔδει ἐρείσθη] οὕτως αἱ Ἀριστάρχου.

145. Ἱππόλοχος δʼ ἀπόρουσε] ἑωρακὼς τὴν ἀπώλειαν τοῦ ἀδελφοῦ.

146. χεῖρας ἀπὸξίφεῖτμήξαςἀπό τ’ αὐχένα κόψας] οἰκεία ἡκόλασις [*](Β-) τῷ τοῦ πατρὸς ἀδικήματι· κεφαλή τε γὰρ ἀποτέμνεται ἡ φθεγξαμένη γνώμην πονηρὰν καὶ χεῖρες αἷς τὸν χρυσὸν ἔλαβεν, ὡς καὶ Πάνδαρος τιτρώσκεται διὰ τῆς γλώττης (Il. 5. 292), καὶ ὁ Λοκρὸς Αἴας ἐν τῷ ἀγῶνι λοιδορησάμενος Ἰδομενέα ὄνθου τὸστόμα πληροῦται( Il.23. 777)·

*τμήξας] “πλήξας” αἱ πλείους.

147. ὅλμον δʼ ὡς ἔσσευε] ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται, ῷ a. [*](B=) ἐμφερὲς καὶ τὸ σκεῦος ὁ ὅλμος. . δεῖ δὲ πάσχειν ἐξαίρετα υἱοὺς [*](Β-) ὄντας τοῦ αἰτίου τοῦ πολέμου. καὶ ὅσον μὲν δεινὰ ποιεῖ, φιλα- δελφίας ἐμφαίνει μέγεθος· εἰ δὲ Μενέλαος ν, μικροψυχίας ἂν αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ ἑαυτοῦ οὕτω πικρὸς ἐφαίνετο. §. ἔστι δὲ καὶ ξύλον καὶ λίθος ὁ ὅλμος.

149. ἅμα δʼ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί] εἰς τὸ Ἀχαιοί” τελεία, [*](A-) καὶ τὸ ἑξῆς ἀσύνδετον· τούτοις γὰρ ἥδεται ἐν ταῖς μεταβάσεσιν.

151. ἱππεῖς δʼ ἱππῆας] Ἀγαμέμνων δὲ πεζὸς ὡν ἱππέας ἀναιρεῖ, καὶ σύνδυο.

ὥρτο κονίη] ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ώρμημένη.

152. ἐκ πεδίου] τὸ “ἐκ πεδίου” ἄμεινον εἶναι τῶν ἄνω.

[*](A+)