Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

783. Πηλεὺς μὲν ᾧ παιδὶ—ἐπέτελλε] ἄνω(765)μερικῶς εἰπὼν περὶ Μενοιτίου νῦν ἐπὶ τὸ πᾶν ἧξε διήγημα ἐλέγχων. ἔστι γὰρ φιλοπάτωρ.

786. τέκνον ἐμόν] ὅσα ἐβούλετο τῷ Πατρόκλῳ παραινεῖν, ταῦτα [*](B=) ποιεῖ τὸν Μενοίτιον ὑποτιθέμενον, ὡς καὶ τῷ Ἀχιλλεῖ ὁ Ὀδυσσεὺς ἐκτίθεται τὸν τοῦ Πηλέως λόγον· καὶ ἀμφότεροι δεόντως, ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες μήτε Ὀδυσσέα μήτε Νέστορα τοὺς λέγοντας ἀλλὰ τὸν πατέρα. §. ὑπέρτερον δὲ ἀεὶ τὸν ὑπερέχοντά φησιν· Ἴωνες [*](A+B=) δὲ τὸν νεώτερον.

γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς] γένει ὑπερέχει σου, καθὸ [*](A=) ἐκ θεᾶς ἐστιν.

787. πρεσβύτερος δὲ σὺ ἐσσί] ὥστε σε ἐκείνῳ οὐ δεῖ πείθεσθαι· [*](B–) τὸ δὲ ἐναντίον νῦν ποιεῖς. διδάσκει δὲ ἡμᾶς διδαχῆς ἀνέχεσθαι, ὅπου τηλικοῦτος ὢν Ἀχιλλεὺς μετὰ Φοίνικα καὶ Πατρόκλου ἀνέχεται· διὸ ἐκεῖ μὲν “διδασκέμεναι ” (Il. 9. 442), ὧδε δὲ “ὑποθέσθαι.”

789. ὃ δὲ πείσεται εἰς ἀγαθόν περ] καὶ ἐκεῖ “φιλοφροσύνη γὰρ ἀμείνων” (Il. 9. 256).

790. σὺ δὲ λήθεαι] εὐπρεπῶς τὴν ἀπείθειαν λήθην ὠνόμασεν, [*](B=) ὑπαγόμενος αὐτόν.

791. αἴ κε πίθηται] οἶδε γὰρ τὸ εὐλαβὲς Πατρόκλου καί φησιν, ὀφείλεις τὰ παρὰ σαυτοῦ εἰσενέγκασθαι.

792. τίς δʼ οἶδʼ, εἴ κεν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις] περιεῖλεν αὐτοῦ [*](B=) τὸν ὄκνον, ἄδηλον εἶναι τὴν ἀπείθειαν Ἀχιλλέως ὑπογράφων. ἅμα δὲ καὶ εὔελπιν ἀπεργάζεται τῇ παρὰ τοῦ δαίμονος ἐπικουρίᾳ· ἴσως γάρ, φησί, καὶ τὸ δαιμόνιον συμβαλεῖται πρὸς τοῦτο.

793. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου] ἀπὸ κοινοῦ τὸ ἀγαθοῦ, [*](7. σφῶ ‖ 15. repetitur γενεῇ μέν ὑπερτέρος] ὑπέρτερον—μετέωρον λέγουσιν || 16. νεώτερον ef. A: μετέωρον ut B ‖ 24. ἀμείνω πλέον ‖ 26. ἐπαγόμενος coni. Bekker, ἀπαγόμενος B ‖ post schol. 790 lemma ἀλλʼ ἔτι καὶ νῦν ταῦτʼ εἴποις Ἀχιλλῆι( corr. Ἀχιλῆι) sine scholio lineola rubra subducta || 29. ὐρίνω)

428
ὡς τὸ “ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι” (Od. 3. 196)· ἀπὸ κοιν ῦ γὰρ τὸ “ἀγαθόν.ʼ §. διδάσκει δὲ διαφόρως προσλιπαρεῖν, εἴγε μηδὲν ἀνύσας διὰ πρέσβεων ἑτέρᾳ μεθόδῳ ἐχρήσατο πρεσβείας.

[*](B=)

794. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει] εἰδὼς τὸ φιλό- δοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον ὀνειδίζων. δύο δὲ προ- βέβληται, καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἀπάσης ἀντιλογίας στερητικόν· βοηθείτω γάρ, φησί, μὴ κινδυνεύων αὐτός.

797. αἴ κεν τι φόως Δαναοῖσι] ὡς νῦν αὐτῶν ἐν σκότῳ ὄντων.

[*](B=)

798. καί τοι τεύχεα καλὰ δότω] οἶδε τὸ φιλότιμον Ἀχιλλέως, ὅπως ἡ δέξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναδράμῃ. ἅμα δὲ καὶ θερα- πείαν ἔχει Ἀχιλλέως, εἰ 〈διὰ〉 τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει. §. προπαρασκευάζει τὴν Ὁπλοποιίαν.

[*](A+)

799. τῷ εἴσκοντες] διὰ τῆς ει Ἀρίσταρχος· Ζηνόδοτος διὰ τοῦ ι. ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ι βραχέος φησὶν εἶναι τὴν γραφήν.

[*](B=)

800. ἀρήιοι υἱοὶ Ἀχαιῶν] εὖ τὸ ἐπίθετον· πολεμικοὶ μὲν ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες.

[*](AB–)

801. ὀλίγη δέ τʼ ἀνάπνευσις] πρὸς τὴν ἀναπνοὴν μόνον, φησί, γένεσθε σύμμαχοι, ὅτι ἐν βραχεῖ καὶ συντόμῳ δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι, καὶ διδάσκει, πῶς “ῥεῖα γὰρ ἀκμῆτες” (802)· ἢ καθολικόν ἐστιν. ἡ ἀνάπνευσις τῶν νικωμένων παρὰ μικρὰν ῥοπὴν γίνεται, καὶ πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια μεταβολὴν τῆς τύχης ἀπειργάσατο.