Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

192. εἰς ἵππους ἄλεται] ψιλωτέον τὸ “ἄλεται” καὶ τὸ συ- [*](Α+) στραφῇ ἐκδεκτέον. §. τὸ δὲ“ἄλεται ἀντὶ τοῦ ἄληται (cf. p. 390,1). τότε οἱ κράτος ἐγγυαλίξω] ἵνα μὴ λυπώμεθα, ὡς τοῖς Τρωσὶν [*](2. οὐδʼ δρ ἐπέτλαν ‖ 3 τε περ φεύγει ‖ 8. post ἀμέλγουσιν add. rec. ὅτε οὐδεὶς μολεῖ (μολίσκει A D), ἢ καὶ τὸ μεσονύκτιον ‖ 9. λέων W: λέγει 1 13. Ἀριστοφάνης, cf. AA ‖ 14. supplevi cf. A: οὐ〈δʼ ἔγραφεν) W, οὐ 〈γράφει〉 La Roche ‖ 26. ἀπονενοημένῳ ‖ 26, 27. supplevi ex textu: 〈ἐκχωρῆσαι) W ‖ 28. ἀξιοπίστῳ)

390
ἡττωμένων τῶν Ἀχαιῶν ἀλλὰ Διί. §. τὸ δὲ σημεῖον, ὅτι τὸ“ἄλεται” [*](A=) ἀντὶ τοῦ ἄληται.

194. δύῃ τʼ ἠέλιος] ἵνα εἰδότες τὸν καιρὸν τῆς ἥττης μὴ βαρέως ἀκούοιμεν τῶν λεγομένων κακῶν περὶ τῶν Ἕλλήνων.

κνέφας ἱερόν] ἐπειδὴ “μακάρων τοι νύκτες ἔασι” (Hesiod. Opp. 730), διὰ τοῦτο “ἱερόν” φησὶ τὸ κνέφας.

197. εὖρʼ υἱὸν Πριάμοιο-ἑσταότα] ὅρα, τἱ καταλαμβάνεται πράττων ὁ βάρβαρος· ἕστηκεν ἀργὸς ἐπὶ τῶν ἁρμάτων, μήτε πολε- μῶν μήτε ἐγκελευόμενος τοῖς φεύγουσιν· Ἕλλην δὲ οὐκ ἂν ἐποίει τοῦτο.

[*](A+)

201. τεὶν τάδε μυθήσασθαι] τὸ 〈τ〉ίν Δωρικὴ ἀντωνυμί2 κατὰ πλεονασμὸν τοῦ ε γέγονε “τε ς” διὸ φυλακτέον τὸν τόνον.

212. πάλλων-ὀξέα δοῦρα] ὑπόνοιαν διδοὺς τοῖς Τρωσίν, ὡς καὶ αὐτὸς μάχεται· οὐ γὰρ ἔδει λάθρα ὑποχωρῆσαι, μὴ ἄρα χαλεπω- τέραν ὑποψίαν παράσχῃ τοῖς Τρωσίν.

216. ἐκ δʼ Ἀγαμέμνων πρῶτος ὄρουσε] ώσὰν παροξυνθεὶς ἐπὶ τῷ θράσει τῶν βαρβάρων ἐπιμένει τῇ προθυμίᾳ.

217. ἔθελεν δὲ πολὺ προμάχεσθαι ἀπάντων] ἵνα καὶ τοὺς ἄλλους διὰ τῆς ἰδίας προθυμίας προτρέψηται· κοινὸν δὲ ἀμφοτέρων τὸ “πολύ,” τῶν τε Τρώων καὶ τῶν Ἕλλήνων.

[*](B=)

218. ἔσπετε νῦν μοι, Μοῦσαι] ἐπὶτοῖς μεγίστοις 〈τὰς) Μούσας καλεῖ, ὡς ἐρῶν τι καινότερονʼ αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀκμαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς.

[*](A+)

219. * ἀντίος] Ἀρίσταρχος “ἀντίον” γράφει.

220. ἢ αὐτῶν Τρώων ἠὲ κλητῶν ἐπικούρων. Ἰφιδάμας] ὑπερ- βολικῶς, ὅσπερ μέγα αἴτημα, ἀπὸ ὅλων τῶν Μουσῶν αἰτεῖ.

221. Ἰφιδάμας— ὃς τράφη] νεώτατος οὗτος· Κόων δὲ “πρεσ- βυγενὴς Ἀντηνορίδης” (249). §. ἡ δὲ ἐπεξήγησις τῶν ἀναιρουμένων πίστιν ἀληθείας ὑπογράφει καὶ πρὸς ἀξιοπιστίαν βασιλικοὺς ποιεῖ φονευομένους· ἄδηλα δὲ τὰ τῶν πολέμων· διὸ φονεύει τοῦτον Ἀντη- νορίδην ὄντα, ἀγνοῶν τίς ἐστιν.

[*](Α=)

222. 〈ἐν ῦρήκῃ ἐριβώλακι, μητέρι μήλων] Ζηνόδοτος “θηρῶν” γράφει· ἀντίκειται δὲ τὸ “ἐριβώλακι.ʼ”

[*](B=)

223. Κισσῆς] ἀπὸ τοῦ Κισσέα〈ς) τὸ “Κισσῆς·” διὸ περί- [*](7. ἐσταῶτʼ ‖ 21. supplevi ex B ‖ 26. ἀπὸ πολλῶν μυριάδων ἄτίει, cf. Eusnt. ‖ 27. schol. praecedenti adhaeret ‖ τρόφι pr.: corr. sec. ‖ 34. supplevi ex B)

391
σπαστέον. §. ὡς νεώτατον δὲ εἰς εἰρηνικὰ χωρία διδόασιν αὐτὸν ἐκ- [*](B=) τρέφεσθαι οἱ γονεῖς.

226. δίδου δʼ γε θυγατέρα ἤν] νῦν μὲν ψιλὸν τὸ τῆς ἐκδόσεως, ἐν δὲ τοῖς ἑξῆς καὶ ἐπεξεργασίᾳ τινὶ κέχρηται, “ἦς οὔτι χάριν ἴδε, πολλὰ δʼ ἔδωκεν” (243)· καὶ ἔχει δαιμονίως τὰ τοῦ ἐπιμερισμοῦ· ὅπου μὲν γὰρ διηγεῖται, ψιλὸν τὸ τῆς ἐκδόσεως ἔθηκεν· ὅπου δὲ παθαίνεται ἐπὶ τῷ ἀνῃρημένῳ, καὶ περὶ δώρων ὑποβάλλει καὶ παίδων. §. ὅμοιος δὲ ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἄμφω [*](A+) γὰρ μητρὸς ἀδελφὰς ἔγημαν.

227. * γήμας δέ] μετὰ τὸν “δέ” ὀλίγη διαστολἡ διὰ τὸ πάθος. [*](A+) §. ὡς καὶ ἐπὶ Πρωτεσιλάου (Il. 2. 701).

μετὰ κλέος ἵκετʼ Ἀχαιῶν] ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν· [*](AB–) φιλοπόλεμοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος (fr. 76) “γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις ταρβεῖ προσιόντα νιν περισσῶς·” οὕτω Πῖος.

229. ἐν Περκώτῃ] ἀρχαία αὕτη, ἣν νῦν Παλαιπερκώτην καλοῦ- [*](Α-) σιν· τῆς Λαμψακηνῶν δὲ ἦν χώρας. §. καλῶς δὲ καὶ τὸ “λίπε·” καὶ [*](Α-) γὰρ τότε ὁ Ἕλλήσποντος ὑπὸ τοῖς Ἀχαιοῖς ἦν.

233. Ἀτρείδης μὲν ἅμαρτε] ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγ- [*](B=) χάνοντα εἰσάγῃ. ἅμα δὲ καὶ τὸ ἀνθρώπινον 〈ἐνδείκνυται〉. §. εἰς δὲ τὴν ἀριστείαν Ἀγαμέμνονος συντελεῖ τὸ μηδὲ τοῦτον φυγεῖν, ἀλλὰ τῇ δευτέρᾳ πληγῇ ἀναιρεθῆναι.

234. κατὰ ζώνην] οὐ τὸν θώρακα δηλοῖ, ἀλλὰ τὴν καλουμένην [*](Α+ B=) θωρακοζώνην. §. τὸ δὲ “ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, [*](AB=) ώςὅταν λέγῃ“ἀγκῶνοςἔνερθεν” (252),κατὰ τὸκάτω μέροςτοῦἀγκῶνος. θώρηκος ἔνερθε] τὸ κάτωθεν διττῶς νοεῖται, ἓν μὲν τὸ κατὰ βάθος, πν δὲ τὸ κατὰ μῆκος, ὅπερ βούλεται λέγειν καὶ ἐπὶ Μενελάου “ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον” (Il. 4. 132) πρὸς τὸ δυσδια- κόμιστον τῆς πληγῆς.

239. ἕλκ’ ἐπὶ ο] ἐφʼ ἑαυτῷ, ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ [*](B-) δόρατι. ἐφʼ ἑαυτῷ δὲ ἕλκει, οὐ δεδιὼς ἔτι τὴν τρῶσιν διὰ τὸ ἀνα- κεκλάσθαι τὴν αἰχμήν· δῆλον γάρ, ὅτι ἅμα ἕλκων καὶ ὑποχωρεῖ· ἢ τὸ “ἐπὶ οἷ” τοιοῦτόν ἐστιν· εἰς 〈τὸ〉 παρʼ ἑαυτὸν μέρος, οὐ πάντως [*](1. διδόασιν B: διδοῦσιν ‖ 4. ε ἷδὲ ‖ 13. γλυκὺ δἐ πόλεμος ἀπείροισιν Stob. Fl. 50, 3 ‖ 14. πεπειραμένων Eust. ‖ 16. ἦν νῦν ‖ 20. supplevi ex B ‖ 24. θωρακοζώνην A B: θωρακωζώνην ‖ θωρακοζώνης A: θωρακωζώνης ‖ 32. ἔτι ante τὴν omisi ut B)

392
[*](AB=) ἐπὶ τὸ σῶμα ἑαυτοῦ. §. ὀρθοτονητέον δὲ τὴν “εἷ” καὶ εἰς σύνθετον μεταληπτέον.

[*](B=)

ὥς τε λίς] συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ ἐχρήσατο· καὶ οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα καὶ λανθάνουσιν [*](A +) ἑαυτοὺς τιτρώσκοντες. §. Ἀρίσταρχος δὲ ὀξύνει τὸ “λίς ” ὡς τὸ θίς.

[*](B=)

242. οἰκτρός, ἀπὸ μνηστῆς] ἐπεὶ περὶ θαλάμου ἔμπροσθεν διελέ- γετο καὶ κοίτης τῆς παρὰ γυναικί, περιπαθῶς τῇ ἐπιφωνήσει ἐχρήσατο.

[*](A+ B–)

ἀστοῖσιν ἀρήγων] τοῖς Τρωσίν, ἐπεὶ Ἀντήνορος ἦν παῖς. τινὲς δὲ ἔθνος Θρκικόν.

[*](A +)

*διαστολὴ εἰς τὸ “οἰκτρός” καὶ “ἀλόχου,” τελεία δὲ εἰς τὸ “ἀρήγων.”