Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

243. ἧς οὔτι χάρι ἴδε] τοιαῦτα καὶ ἐπὶ Πρωτεσιλάου “τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής” (Il. 2. 700).

[*](B=)

*ἦς οὔτι χάριν ἴδε] “χάριν” τὴν ἐπὶ τοῖς τέκνοις καὶ τῇ συμβιώσει.

[*](B=)

πολλὰ δʼ ἔδωκεν] ὅρα ὅτι παρὰ τὴν τάξιν ἀλλοιοτέρα φαίνεται· εἰπόντος γὰρ “δίδου δʼ ὅγε θυγατέρα ἥν” (226) λαμβάνων ἐπʼ αὐτῇ δῶρα τοιάδε ἄκαιρος 〈ἂν〉 ἦν ἀδολεσχία. ἐκεῖνο μὲν οὖν ψιλῶς διηγήσατο· νῦν δὲ συμπαθῶς φησιν, ὅτι σπουδάσας περὶ τὴν γυναῖκα οὐκ ὔνατο αὐτῆς· οἰκειότατα οὖν ἔχει ἡ τομὴ τοῦ διηγήματος.

[*](A+)

244. *ἑκατὸν βοῦς δκεν] πρὸς τὴν ἐπεξήγησιν τοῦ “ἀλφεσί- βοιται (Il. 18. 503).

[*](B=)

χίλιʼ ὑπέστη] ὑπέσχετο, ὥστε ἐκ τῆς ἐπιγονῆς τῶν ποιμνίων καὶ ταῦτα ἀποδοΚναι.

[*](B=)

247. βῆ δὲ φέρων — τεύχεα καλά] ἔοικε διαφέροντα εἶναι τὰ ὅπλα ὡς νέου καὶ νυμφίου· διὸ οὐ παρέρχεται αὐτά.

248. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων] εἰκὸς γὰρ ὑπερασπίζειν αὐτοῦ τὸν ἀδελφὸν διὰ τὸ ἄπειρον τῶν πολεμίων καὶ νέον.

[*](B–)

251. στῆ δʼ εὐράξ] ἠνάγκαστο μὲν διὰ τὸ πάθος τοῦ ἀδελφοῦ παρακινδυνεύειν, οὐ τολμᾷ δέ, ἀλλὰ κλέπτει τὴν μάχην. λεληθότως οὖν ἀτυχίας, οὐκ ἀ〈να〉νδρίας ἐγκαλεῖ τῷ Ἀγαμέμνονι· ἀριστεύων γοῦν ὑπό τινος εὐτελοῦς ἐκ πλαγίου τιτρώσκεται, ἔπειτα τῆς οἰκείας [*](4. post δόρ. add. ἀφαιρούμενοι τῶν κτεινόντων τὰ ὅπλα (τὸ ὅπλον B) ut B omisi ut Eust. ‖ 13. φυλακῆς ‖ 15. τῆ συμβιώσει B: τῆς συμβιώσεως ‖ 16. ἀλλοιωτέρα ‖ 17. εἶτε: corr. W ‖ 18. suppl. W ‖ ἐκεῖνο Bekker: ἐκεῖνα ‖ 19. περιπαθῶς B, συμπαθῶν ‖ 23. γονῆς B, ἐπιγουνῆς ‖ 26. νυμφιδίου B ‖ 28. κ. ν. τῶν π.: traieci ‖ 29. ἠνάγκαστο B: ἠνάγκασται ‖ 30. καλύπτει B] 31. rupplevi ex B ‖ 32. γὰρ ὑ. B)

393
γῆς δυστυχῶς ἐπέβη· Μενέλαος δὲ τοὐναντίον “μαλθακὸς” μὲν “αἰχμητής” (Il. 17. 588), ἄλλως δὲ μακάριος. διδάσκει οὖν ὁ ποιητής, ὡς τέλεια τὰ ῥώμης ἄμα καὶ τύχης 〈εὐποροῦντα〉.

252. κατὰ χεῖρα μέσην] τὴν ἀριστεράν· καὶ γὰρ ἐν τῷ ἐπιταφίῳ (Il. 23. 887) ἀνίσταται ἄκοντι ἀγωνίσασθαι 〈ἐθέλων〉· ἀλλὰ καὶ Ὀδυσσεὺς παλαίει (ib. 709), τὴν πλευρὰν τρωθείς. §. διὰ τὸ αἰφνίδιον καὶ λεληθὸς 〈τὸ “νύξε”〉.

255. ἀλλʼ εὐδ’ ὣς ἀπέληγε μάχης] πρὸς τὸ μηδὲ τοῦτον ⌈τρω- θέντα ἀπα⌋λλάσσεσθαι.

256. ἀνεμοτρεφές] στερεόν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς ἶνας· [*](A+ B–) καὶ ἀλλαχοῦ “οἶν δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης —τὸ δέ τε πνοιαὶ δονέουσιν” (Il. 17. 53)· δῆλον δὲ ἐξ ὧν καὶ τὸ κῦμα “ἀνεμοτρεφές” φησίν (Il. 15. 625).

ἀνεμοτρεφές] τὸ τρεφόμενον ὑπὸ ἀνέμων, ὅ ἐστιν ἰσχυρόν· τὸ [*](B-) ἐναντίον δὲ ἐπὶ τοῦ ἀσθενοῦς φυτοῦ· “ἐλθών τʼ ἐξαπίνης ἄνεμο— βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσ〈σ〉ʼ ἐπὶ γαίην” (Il. 17. 57). ἢ “ἀνεμοτρεπέςʼ τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις ξύλον διὰ στεριφότητα.

257. ὄπατρον] ψιλωτέον τὸ“ὅπατρον·” τὸ 〈γὰρ〉 ο πρὸ τοῦπ φιλεῖ [*](Α+) ψιλοῦσθαι, εἰ μὴ κατὰ ἀναφορὰν εἴη, σεσημειωμένου τοῦ ὁπλή καὶ ὅπλον καὶ τῶν παρʼ αὐτά.

259. τὸν δʼ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης] ὡς δὴ μὴ πάσης κρατῶν τῆς δυνάμεως ἄλλο τι πράσσοντα τοῦτο〈ν〉 ἀναιρεῖ, τῶν δὲ ἄλλων ἀντικρὺς κρατεῖ.

261. τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε] περιπαθῶς· ὧ ἐπί- [*](B=) κουρῶν Κόων ἐβόα τοὺς ἑταίρους καλῶν, 〈ἐπὶ〉 τούτῳ αὐτὸν ὁ Ἀγαμέμνων ἔτρωσεν.

262. ἔνθʼ Ἀντήνορος υἷες] περιπαθῶς ἀπήγγειλεν. §. διὰ τί δὲ Ἀντηνορίδην φονεύει; ὅτι αὐτὸς ἤρξε σταθεὶς εὐρὰξ καὶ βαλὼν Ἀγαμέμνονα· οὐ γὰρ ῥητέον, ὡς ἠγνόουν ἀλλήλους, ἐπεὶ σαφῶς εὑρίσκομεν ἐν τοῖς Αἴαντος λόγοις “ἀλλὰ κασίγνητος Ἀντήνορος” (Il. 14. 473)· ὁ γὰρ Ἰφιδάμας νέηλυς ἦν.

267. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα] ἰατρι- [*](B=) κῶς· μέχρι γὰρ τούτου ἀφλέγμαντά εἰσι τὰ ἕλκη.

[*](3. suppl. w ex B 5. supplevi cf. Eunt. ‖ 8, 9. supplevi evanida ‖ 16. στερεὸν ‖ 11. ἐριθηλέος ‖ 15. ἐλθόν ‖ 17. στεριφότητα B, στερ- ρότητα Et. M. ‖ 18. supplevi ex A ‖ 19. post ἀναφορὰν add. sec. ὡς τὸ ὁποῖος ὁπηνίκα ‖ 20. τῶν παρʼ αὐτά scripsi cf. A: τὰ παρʼ αὐτό ‖ 22. ἀλλʼ ὅτι ‖ 25. supplevi ex B ‖ 33. ἐστὶ B)
394

*αὐτὰρ ἐπεί] ἀντὶ τοῦ“ἐπεὶ δέ.ʼ

[*](AB=)

268. ὀξεῖαι δʼ ὀδύναι] ὡς γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ὑπὸ τῶν τοιούτων φλεγμονῶν. κυριώτατα οὖν κεῖται τὸ “ὀξεῖαι,ʼ” καὶ ἔστι δυσμετάληπτον τὸ ὄνομα, τοῖς πεπειραμένοις μόνοις δῆλον. §. διὰ [*](Α=) δὲ τοῦ “δῦνον μένος” τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν.

[*](B=)

269. ὡς δʼ ὅταν ἀδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα, δριμύ] πρὸς τοὺς νυγμοὺς τῆς ἀλγηδόνος εἴκασται· πῶς γὰρ ἄνανδρος ὁ εἰργασμένος τοσαῦτα, §. πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ, τὸ δριμύ, τὸ [*](AB–) πικρόν,ἐπιτείνωντὰς ὀδύνας· πᾶνδὲ τὸ πόνονἐμποιοῦν“βέλοςʼ λέγεται.

[*](Α+ B-)

270. μογοστόκοι 〈Εἰλείθυιαι〉] αἱ ἐπί τῶν μόγις τικτουσῶν τεταγμέναι, ὡς ξένιος Ζεὺς ὁ ἐπὶ τῶν ξένων.

[*](B+)

271. πικρὰς ὠδῖνας ἔχουσαι] ἀμφίβολον· ἢ γὰρ ἐπιμελείας ἀξιοῦσαι, ὡς 〈τὸ〉 “καί μοι κῆπον ἔχει” (Od. 4. 737), ἢ ἐπέχουσαι τὰς πικρὰς ὠδῖνας καὶ εἴργουσαι, ὡς τὸ “ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηιοτῆτος (Il. 14. 129).

[*](B-)

273. ἐς δίφρον δʼ ἀνόρουσε] πρῶτον τὸν βασιλέα, ἔπειτα τοὺς ἀριστεῖς ἐξάγει Διομήδη Ὀδυσσέα Εὐρύπυλον Μαχάονα, ὅπως ἀναρχίας ἕνεκεν, οὐκ ἀσθενείας δοκῇ τῶν νεῶν ἡ καῦσις γενέσθαι. πῶς δὲ οὐδένα στρατηγὸν ἀνθʼ ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήσας ἔνα τοῖς λοιποῖς ἀπέχθηται· καὶ ὁ Μενέλαος παρῆν βασιλεὺς ὢν δεύτερος· ἔστι δὲ καὶ ἐναγώνιον· ὅτε γὰρ φόβος μείζων διὰ τὴν ἀπου- σίαν τῶν ἀριστέων, καὶ ὁ πόθος Ἀχιλλέως μείζων.

[*](B=)

274. ἤχθετο γὰρ κῆρ] ἀναγκαίως ἀπολογεῖται, ὅτι οὐκ ἂν ἀπηλ- λάγη, εἰ μὴ τῆς ψυχῆς αὐτοῦ ἀνθήπτετο τὸ δεινόν.

[*](B=)

277. ὑμεῖς μὲν—νηυσὶν ἀμύνετε] εὗ τοῖς ἀριστεῦσιν ἐντέλλεται ἀπιών· εἰ γὰρ μὴ τὴν αἰτίαν τῆς ὑποχωρήσεως ἐσήμανε, κἂν δεινό- τερα ὑπενόησαν περὶ αὐτοῦ, ὡς ὅτι τέθνηκε μαχόμενος.