Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

526. * παλινάγρετον] εὐμετάστρεπτον.

[*](1. ὣς ἔχεθʼ ὡς ‖ 3. repetitur* ἔλεγεν ‖ 4. ἔγρετο δ. ‖ 7. ad v. 516 scholion casu omissum esse signum docet in textu supra ἀτιμο- τάτη adpictum, cf. B ‖ 14. ἐχθοδοπῆσαί με ‖ 16. ἐμοῦ δὲ μὴ ‖ 21. μή τι με ἠ. ‖ 24. γε W: τε ‖ 31. statim post ἔκειρον omisso signo finali iteratur ἐν κεφαλῇ τὸ λογιστικόν, ἐν καρδίᾳ τὸ θυμικόν, ἐν ἥπατι τὸ ἐπιθυμητικόν)
51

οὐ γὰρ ἐμὸν παλινάγρετον] ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς [*](A~B+) δὲ αἰτίας εἶπε διʼ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ δηλοῖ τὸ παλινάγρετον, ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, ὅπερ ἐν τῷ ἀπατηλῷ νοεῖται, ἢ οὐ δυνηθέντες ἐπιτελεῖν τὰς ὑποσχέσεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον.

528. ἐπʼ ὀφρύσι νεῦσε] ἐπένευσε ταῖς ὀφρύσι· μέρος γὰρ αὗται [*](A+B=) τῆς κεφαλῆς. §. “κυάνεαι” δὲ αἱ μέλαιναι—“κυάνεον, τοῦ δʼ οὔ [*](B-) τι μελάντερον” (Il. 24. 94)—καὶ αἱ καταπληκτικαί· “κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι” (Il. 4. 282).

530. μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον] κατὰ συλλογισμὸν ὁ ἔπαινος· οἷος [*](B=) γάρ ἐστιν ὅλος κινούμενος, ὃς νεύματι τὸν Ὄλυμπον κινεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον “σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ ⌈μακ⌋ρ⌈ὸν⌋ Ὄλυμπον” (Il. 8. 199). §. Εὐφράνωρ δὲ Ἀθήνησι τοὺς 〈ι〉β΄ θεοὺς γράφων ἐν τῇ στοᾷ, ὡς ἠπόρει ποῖον ἀρχέτυπον περιθείη Διί, παριὼν ἐν διδασκάλου τῶν ἐπῶν ἤκουσε, κεκραγώς τε ὡς ἔχοι τὸ ἀρχέτυπον ἀπιὼν ἔγραψεν. ἴσως οὖν τοῦτο ἐνεφάνισεν αὐτῷ ἡ Ἥρα.

μέγαν δʼ ἐλέλιξεν] οὐκ ἀργὸν τὸ “μέγαν,” ἀλλʼ ὅτι καὶ τοσοῦτος [*](B=) ὢν ἐσείσθη τῷ νεύματι. §. τῷ δὲ τάχει τῶν συλλαβῶν τὸν τρόμον [*](AB=) τοῦ ὄρους διαγράφει καὶ τὸ ταχὺ τῆς κινήσεως δηλοῖ.

531. διέτμαγεν] πᾶσαι διὰ τοῦ ε. §. ἡ μεταφορὰ δὲ ἀπὸ τῶν [*](AB=) τεμνομένων σωμάτων.

[*](AB=)

532. εἰς ἅλα ἆλτο] πρὸς 〈τὸν⟩ παῖδα γὰρ ἀπιοῦσα ὑπόνοιαν ἂν [*](B=) ἔδωκε τῇ Ἥρᾳ. §. τὸ δὲ “ἆλτο” ψιλωτέον· τὸ γὰρ ᾱ καταλῆγον εἰς λ [*](A+B =) ἑνὸς τῶν τῆς τρίτης συζυγίας ἐπαγομένου ψιλοῦται.

534. ἐξ ἑδέων] δασύνεται, παρὰ τὸ ἕζω. 9. οἳ δὲ μετὰ τοῦ ρ “ἐξ [*](AB=) ἑδρέων.”

[*](AB=)

σφοῦ] συγκοπῇ τοῦ σφετέρου. ἔνθεν καὶ Λυκοῦργος ἐθέσπισεν [*](AB=) ἐξανίστασθαι τοῖς γεραιτέροις. τοιοῦτος καὶ Τηλέμαχος.

535. ἐπερχόμενον] ἀντὶ τοῦ ἐπερχομένου. §. ἄμεινον δὲ καὶ “ἦλθον” [*](B=) γράφειν· τοῦτο γὰρ ἐναντίον τῷ “μεῖναι” καὶ πλέον τιμῆς ἐχόμενον.

[*](B=)

538. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα· ἢ διὰ τοὺς [*](B=) αἰγιαλούς.

ἁλίοιο] ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ “κλῦτε [*](AB=) κασίγνηται” (Il. 18. 52).

[*](6. νεῦσαι ‖ 10. ὁ κατὰ σ. ἔ. ‖ 14. ἕως ‖ 15. διδασκάλῳ ‖ 18. ἐπείσθη ‖ 28. ἐπανίστασθαι: corr. W ‖ 31. ὥρας)
52
[*](AB+)

539. κερτομίοισι] τοῖς τὸ κέαρ βάλλουσιν. γυναικεῖα δὲ ἄμφω, τό τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοῦ λόγου.

[*](A+B=)

540. δολομῆτα] τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ εἰς ᾱ τὴν κλητικὴν ἔχοντα προπερισπᾶται, ἀγκυλομῆτα, πεδῆτα, πλὴν τοῦ ἀκάκητα.

[*](AB=)

541. ἀπὸ νόσφιν ἐόντα] τὸ ἑξῆς, ἀπεόντα· διὸ οὐκ ἀναστρεπτέον τὴν “ἀπό.” ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι· “σφῶιν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντα〈ς⟩” (Il. 4. 341), ἀντὶ τοῦ ἐοῦσιν.

[*](A+)

542. οὐδέ τι πώ μοι] ὀξυντέον τὸ “πώ” διὰ τὴν “μοί.”

[*](A-B=)

οὐδέ τι πώ μοι] δυσχεραίνουσι γάρ, εἰ μὴ πάντα αὐταῖς ἀνα- κοινοῦνται οἱ ἄνδρες. ἀρχοντικὸν δὲ τὸ δικάζειν.

[*](AB+)

544. πατὴρ ἀνδρῶν τε θεῶν τε] διὰ 〈τί⟩ τὸν Δία μόνον τῶν θεῶν οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μέν ἐστι πατὴρ καθʼ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεως, Ἑρμοῦ, Διο- νύσου, καὶ πολλῶν θνητῶν, Σαρπηδόνος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλῶν καθʼ Ὅμηρόν εἰσι πατέρες θεῶν, οἷον Κρόνος μὲν Διός, Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενός, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, Πελίου, Νηλέως.

[*](B=)

545. μὴ δὴ—ἐπιέλπεο] θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς κοινοῦσθαι, ὅπως, εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα “ἀλλὰ τὸ μὲν φάσθαι” (Od. 11. 443).

[*](AB+)

547. ἐπιεικές] πρᾳόνως τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ ⌈βιωτι⌋κὰ μιμήματα.

*ἔπειτα] ἀντὶ τοῦ δή.

[*](B=)

552. ποῖον τὸν μῦθον ἔειπες] τὸν ποῖον μῦθον, Ἀττικῶς προσελ- θόντ(ος) τοῦ ἄρθρου τῷ πύσματι.

[*](B=)

553. καὶ λίην σε πάρος] ἔθος γυναιξὶν ἀρνεῖσθαι, ὅτι ποτὲ παρη- νώχλησαν τοῖς ἀνδράσιν.

[*](A+B=)

οὔτʼ εἴρομαι οὔτε μεταλλῶ] οὔτε οὔτε, ἄμφω διὰ τοῦ τ, ἵν᾿ ᾖ [*](11. ἀνακοινῶντο ‖ 17. πολλῶν κ. B: πολλοὶ ‖ 20. πελόου ‖ 22. τοι μ. ‖ 24. add. rec. ἔπος, τὸ δʼ ἐνὶ φρεσὶ κρύπτειν ut B ‖ 25. πρᾶον ὡς ‖ novavit rec. ‖ 26. add. rec. πρῶτον ἤπιον ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον ut B)

53
ἐμφαντικὸν δὶς λεγόμενον. καὶ ἐν τῇ ἀπολογίᾳ δὲ μέμφεται, ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ.

554. εὔκηλος] ἡ ευ πρὸ συμφώνου ψιλοῦται πλὴν τοῦ εὕδω, [*](A+B=) εὑρίσκω. τὸ γὰρ εὗσεν ἀπὸ τοῦ εὕω.

ἄσσα] Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν τὸ τινά, ἅτινα, [*](A+B-) ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα· τότε δὲ δασύνεται, καὶ ἔστι κατὰ Ἡρωδιανὸν δύο μέρη λόγου, τὸ ἅ ἄρθρον καὶ τὸ σά Μεγαρικόν, δηλοῦν τὸ τινά· ἐν δὲ τῷ προκειμένῳ στίχῳ ψιλοῦται τὸ “ἄσσα,” καί φησιν αὐτὸ δηλοῦν τὸ ὅσα· καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως· ὁ δὲ Σιδώνιος “ὅττι,”

555. νῦν δʼ αἰνῶς δείδοικα] πάνυ ἐμφρόνως οὐκ ἐπήγαγε “καὶ κατὰ θυμόν.”

αἰνῶς δέδοικα] ἠθικῶς δεδοικέναι φησί, μὴ πλεονεκτηθῇ ὑπὸ Θέτιδος.

[*](B=)

557. ἠερίη] καὶ τοῦτο καὶ τὸ κατανεῦσαι ἐλεγχούσης εἰσίν.

[*](B=)