Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

559. πολέας] Ζηνόδοτος “πολεῖς.”

561. δαιμονίη] μακαρία, ἐν σαρκασμῷ.

[*](B=)

ὀίεαι] ἀπὸ τοῦ οἴει· δύο διαιρέσεις.

[*](B=)

*ὀίεαι] ὑπονοεῖς τὰ ἐμὰ βουλεύματα.

[*](A=)

562. ἀλλʼ ἀπὸ θυμοῦ—ἔσεαι] ὡς τὸ “ἐκ θυμοῦ πεσέειν” (Il. 23. 595).

563. ῥίγιον] ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ, ὅσον τὸ ἀποθύμια [*](B=) γινώσκειν.

564. εἰ δʼ οὕτω τοῦτʼ ἐστίν] εἰ συνεθέμην δέ, πάντως τοῦτο κατὰ [*](A~B=) τὸ ἀρέσκον μοι ἐποίησα. ἀρχοντικῶς δὲ οὔτε συντίθεται οὔτε ἀρνεῖται.

565. ἀλλʼ ἀκέουσα κάθησο] τὴν πολυπραγμοσύνην αὐτῶν ἀναιρεῖ [*](B=) καὶ διὰ τοῦ “ἀλλʼ εἰς οἶκον ἰοῦσα” (Od. 1. 356).

566. μή νυ τοι οὐ χραίσμωσι] νῦν μὲν λόγοις αὐτὴν ἀποκρούεται, [*](B+) ἑτέρωθι δὲ καὶ ἔργῳ κολάζει, διδάσκοντος ἴσως τοῦ ποιητοῦ ὅτι ἀφόρητον ἂν εἴη γυνὴ μὴ ἐπηρεαζομένη.

567. ἆσσον ἰόνθʼ 〈ὅτε〉] “ἰοντα” ἀντὶ τοῦ ἰόντος.

[*](A=)

ἀάπτους] Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω τὸ βλάπτω, κατʼ ἔλλειψιν τοῦ [*](A+B=) ῑ ἄπτους, καὶ 〈πλεονασμῷ τοῦ⟩ ᾱ ἀ〈ά〉πτους· ἢ ἃς οὐδεὶς βλάψαι δύναιτο, ἢ κατʼ ἐπίτασιν τὰς δυναμένας μεγάλως βλάψαι· τινὲς δέ, ὧν οὐδεὶς ἅψαιτο· ἢ ἀπτοήτους.

[*](1. ἐ. δεύτερον λεγ. ‖ 19. ἔσσεαι ‖ 29. repetitur μή νυ—κολάζει)
54
[*](A+)

567. ἀάπτους] αἱ πᾶσαι “ ἀέπτους” ἔχουσιν.

[*](A+B=)

569. καθῆστο] τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο. οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντελικοὶ δισύλλαβοι, ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον, κατῃρμαι, κατῆγμαι. οὕτως οὖν “καθῆστο.”

[*](B=)

ἐπιγνάμψασα] τὴν ἀκουσίως πεισθεῖσαν δηλοῖ.

[*](B=)

φίλον κῆρ] φίλον τὸ ἴδιον, ὡς “φίλα εἵματα” (Il. 2. 261)· δι- δάσκει δέ, ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν ἐστὶν ἀφόρητα.

[*](B+)

571. τοῖσιν δʼ Ἥφαιστος] εἰ μὲν ἄνθρωποι ἤσαν, διὰ πρεσβυτικοῦ προσώπου τὴν στάσιν 〈ἂν⟩ ἔλυσεν· ἀλλʼ ὅρα τὸ ἀξίωμα τοῦ Διός. Ποσειδῶν μὲν γὰρ συμβουλεύων ἔδοξεν ἂν θωπεύειν διʼ Ἕλληνας, ἄλλως τε καὶ αἰτίαν ἔχει εἰς Θέτιν· ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς, οὖν διὰ τοῦ παιδὸς λύει τὴν στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου, γελώμενον παρεισάγων τὸν Ἥφαιστον.

[*](A+B=)

572. ἐπίηρα] παρὰ τὸ ἐρῶ ἔρανον καὶ ἤρανον, ὡς ἔχω ὄχανον, τὰ ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφʼ ἕν.

[*](B=)

λευκωλένῳ Ἥρῃ] ἄμεινον γράφειν “τετιημένῃ ἦτορ.”

[*](B=)

574. σφώ] πρωτόθετον αὐτόν φησιν Ἡρωδιανός, οὐκ ἀπὸ τοῦ σφῶι· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην.

[*](B=)

σφώ] τοῦτο πρὸς ἔμφασιν τῶν προσώπων. §. τὸ δὲ “ἕνεκα θνητῶν” [*](B =) πρὸς εὐτελισμὸν τῆς αἰτίας. §. τὸ δὲ “ὧδε” πρὸς τὴν αὔξησιν τῆς ἔριδος.

[*](A+ B=)

575. κολῳόν] παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ κλωός κολωός· καὶ οὐδὲ προσγράφει τὸ ῑ. τοῦ δὲ κλῶ παραγωγὸν τὸ κλάζω.

*ἐλαύνετον] ἐπιτείνετε, ὡς καὶ τὸ “ἤλασε τάφρον” (Il. 9. 349)·

[*](A+B=)

576. *ἦδος] ψιλωτέον, ὡς τροχαϊκόν.

[*](B=)

577. νοεούσῃ] οὐ δεομένῃ παραινέσεως. ἀνθρωπίνως δὲ κοινῇ μὲν ἀμφοτέροις ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένοις, ἰδία δὲ τῇ Ἥρᾳ εἴκειν Διὶ παραινεῖ.

[*](AB=)

〈παράφημι⟩] τὸ ἠμί καὶ φημί καὶ εἰμί ἐν τῇ συνθέσει ἀναβι- βάζει τὸν τόνον.

579. *ἡμῖν] ἀντὶ τοῦ ἡμῶν.

[*](AB=)

580. εἴπερ γάρ κʼ ἐθέλῃσιν] θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ προβάλλεται· ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον· [*](19. τῶν δύο ‖ 25. τάφρῳ ‖ 29. post Ἥρᾳ: :—novum schol. inc. ‖ 30. τὸ ἡμῖν κ.)

55
εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς, δυνήσεται· εἰ δὲ θωπεύσεις αὐτόν, εὐθέως ἡμερωθήσεται.

583. ἵλαος] διὰ τί ἵλαος: τοσαύτην ὑπεροχὴν δείκνυσι πρὸς [*](B =) θεοὺς τοῦ Διός, ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν.

584. καὶ ἀναίξας] γέλωτα κινεῖ τὸ “ἀναΐξας” ἐπὶ τοῦ χωλοῦ [*](B =) τιθέμενον. γελοῖος γάρ ἐστι μιμούμενος τοὺς καλλίστους οἰνοχόους, Ἥβην καὶ Γανυμήδεα, καὶ μεμνημένος πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβό- μενος ἔρριψεν αὐτὸν οὐρανόθεν.

〈δέπας〉] οἱονεὶ δέχας. καὶ “πλησάμενος δʼ οἴνοιο 〈δέπας〉” [*](A+) (Il. 9. 224). καὶ “δεικανόωντο δέπα〈σ〉σιν” (Il. 15. 86).

*ἀμφικύπελλον] ἀμφίκυρτον, ἐξ οὗ τὸ περιφερές.