Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

472. πανημέριοι] ἀντὶ τοῦ τὸ πᾶν τὸ λοιπὸν τῆς ἡμέρας εἰς τὴν ᾠδὴν ἀναλίσκοντες· οὐ γὰρ διʼ ὅλης τῆς ἡμέρας.

[*](A-B=)

473. παιήονα] οὔτε τὸν Ἀπόλλωνα οὔτε τὸν ἰατρὸν τῶν θεῶν, ἀλλὰ τὸν ὕμνον τὸν ἐπὶ καταπαύσει τοῦ λοιμοῦ.

[*](B-)

παιήονα] παιὼν καὶ παιὰν ὕμνος ἐπὶ καταπαύσει λοιμοῦ] ἢ πολέμου ᾀδόμενος, πολλάκις καὶ προσδοκωμένου τοῦ δεινοῦ. πέντε δὲ αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί, παιανικόν, ὡς ⌈νῦν·⌋ θρη⌋νητικόν, ὅπερ ἐπὶ γυναικῶν τάσσει “ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο” (Il. 24. 725)· [*](4. τηροῦν ‖ 8. υἴας ‖ 14. ἀφῆς ‖ 15. τῷ A: τὸ ‖ 16. κοῦροι iterum Post κρητῆρας ‖ 18. ὤροντο ‖ 19. γαννυμήδης)

47
ὑπορχηματικόν· “κοῦροι δʼ ἐπελήκεον ἄλλ⌈οι⌋” (Od. 8. 379)· σωφρονιστικόν, ὡς ὁ τοῦ ἀοιδοῦ Κλυταιμνήστρας· ἐγκωμιαστικόν, οἷον Ἀχιλλεὺς εὕρηται ᾄδων. “ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν” (Il. 9. 189).

474. μέλποντες] ἡ μολπή ποτε καὶ ἐπὶ παιδιᾶς τίθεται “ἤρχετο [*](B=) μολπῆς” (Od. 6. 101), κυνῶν τε μέλπηθρα τὰ ὀρχήματά φησιν (Il. 13. 233).

τέρπετο] ὡς μουσηγέτης, ἢ ὅτι κάλλιστον τῶν εἰς θεοὺς δώρων [*](A~B=) λόγος. §. ἀθετεῖται δὲ ὁ στίχος.

[*](A+B=)

475. ἠέλιος κατέδυ] ὅρος τοῦ κατὰ φύσιν ὕπνου καὶ παρὰ θεοῖς [*](B=) καὶ παρʼ ἀνθρώποις ἡλίου δύσις. καὶ ἄλλως “οὐδὲ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι” (Od. 3. 335).

476. * παρὰ πρυμνήσια νηός] ἵνα, ἐὰν εὔφορος αὔρα γένηται, [*](B=) αἴσθωνται κινηθείσης τῆς νεώς.

477. ἠριγένεια] ἡ ἐκ τοῦ ἦρι γεννωμένη· “ἦρι μάλʼ Ἑλ- [*](B-) λήσποντον” (Il. 9. 360) ὡς λυκηγενής, τριτογενής· ὅλα γὰρ ταῦτα εἰς πάθος ἀναλύεται, οὐκ εἰς ἐνέργειαν. τί οὖν ἐστι τὸ “αἰθρη- γενέος Βορέαο;” (Il. 15. 171). τὸ δὲ “ἦρι” ὀνοματικόν ἐστιν ἐπίρ- ρημα.

ῥοδοδάκτυλος] συνεκδοχή· ἀπὸ μέρους τὸ ὅλον. τὴν μὲν πολὺ [*](A+B=) φωτὸς μετέχουσαν οὕτω καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους “κροκό- πεπλον” (Il. 8. 1).

478. *ἀνάγοντο] ἐφʼ ὕψους γάρ ἐστιν ἡ Τροία.

479. ἴκμενον] ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης τὸ διαχ⌈υθὲν⌋ [*](A+B=) ἄνεμόν τινες ἔφασαν. διὸ ψιλωτέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθαι. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει καὶ τὸ στυγνὸν τοῦ λοιμοῦ διασκε- δάζει.

480. πέτα〈σ〉σαν] ἔστιν ἰδεῖν λυόμενον ἄρμενον καὶ ὑπὸ τοῦ [*](B=) ἀνέμου ἐπαιρόμενον.

481. πρῆσεν] ἐφύσησεν, ἐς κόλπον ἐνέπρησεν· ὑπέγραψε δὲ τὴν [*](B-) οὐριο⌈δρο⌋μοῦσαν ναῦν. §. συγχαίρων αὐτοῖς νῦν καλλιγραφεῖ τὸν [*](B-) ἀπόπλουν, οὐχ ὅτε ἀπήεσαν, ὅπερ καὶ ἐπὶ Ποσειδῶνος.

ἐν δʼ ἄνεμος πρῆσεν] Ἀριστοτέλης ⌈φησὶν ὡς⌋ κινούμενα ὀνόματα [*](B=) γράφει ὁ ποιητής.

[*](3. Ἀχιλλεὺς scripsi: Φήμιος legi, at lectio incerta ‖ 11. σὐ γὰρ ἔ. δ. ‖ 16. τριτωγενής ‖ 20. μέν δὲ ‖ 30. ἐνέπρησεν ‖ 33. πρῆσσεν)
48
[*](B=)

483. * κατὰ κῦμα] ἀντὶ τοῦ κατὰ κύματος. τὸ δὲ πρὸς κῦμα ἐναντίωσιν σημαίνει.

[*](A+)

484. *μετὰ στρατόν] “κατὰ στρατόν” Ἀρίσταρχος, οὐ “μετά.”

[*](B=)

485. ἐπʼ ἠπείροιο ἔρυσ〈σ〉αν] διδάσκει πολὺ ἀπὸ θαλάττης νεωλ- κεῖν ὑφορωμένους τὴν πλήμμυραν.

[*](B =)

487. αὐτοὶ δʼ ἐσκίδναντο] περισσὸν τὸ ἀποπρεσβεύεσθαι πρὸς Ἀγαμέμνονα· φανερὸν γὰρ ἦν ἀπὸ τῆς παύσεως τοῦ λοιμοῦ.

*488. αὐτὰρ ὅ] ὁ δὲ διογενής.

[*](B=)

490. οὔτε ποτʼ εἰς ἀγορήν] ἢ πρόληψίς ἐστιν, ἢ εἰκὸς κατὰ τὸ σιωπώμενον καὶ ἐκκλησίαν καὶ πόλεμον πρὸς τοὺς περιοίκους γενέ- σθαι· ἐφʼ ἑκάστης γὰρ συνήεσαν “νηὶ παρὰ πρυμνῇ Ἀγαμέμνονος” (Il. 7. 383)· αὐτὸς δὲ ἦν ὁ ἐπὶ τοὺς πολεμίους ἐξάγων, ὅπερ οὐκ ἐποίει νῦν. εὖ δὲ τῶν γενναίων ψυχῶν φθορὰν εἶπε τὴν ἀργίαν· τοῖς πρακτικοῖς γὰρ ἡ ἀργία φθορά ἐστιν· καὶ “κεῖτο γὰρ ἐν νήεσσι” (Il. 2. 688) φησί, καὶ “κεῖτʼ ἀπομηνίσας” (ib. 772).

[*](B=)

491. οὔτε ποτʼ εἰς πόλεμον] δύο οἶδεν ἀνδρῶν ἀρετάς, πρᾶξιν καὶ λόγον· προκρίνει δὲ τὸν λόγον. καὶ ἀλλαχοῦ “οὔπω εἰδόθʼ ὁμοιίου πτολέμοιο—ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν” (Il. 9. 440).

[*](B=)

493. * ἐκ τοῖο] ἐκ τούτου δὴ τοῦ χρόνου τοῦ τῆς μήνιδος. εἶπε γὰρ ἡ Θέτις “χθιζὸς ἔβη μετὰ δαῖτα” (424).

495. *πάντες ἅμα] οἱ ἐκεῖσε ἀπομείναντες.

[*](B=)

497. ἠερίη δʼ ἀνέβη] ἐπιρ〈ρ〉ηματικῶς. διδάσκει δὲ καὶ τὸν τῶν ἐντεύξεων καιρόν· ἥσυχος γὰρ καὶ νηφάλιος ὁ ἑωθινὸς καιρός.

[*](A~B=)

μέγαν οὐρανόν] οὕτω καὶ τὸ στερέωμα καλεῖ· “οὐρανοῦ ἐκκατέ- παλτο διʼ αἰθέρος” (Il. 19. 351) καὶ τὸν ὑπερνέφιον τόπον. αἱ δὲ κορυφαὶ τῶν ὀρέων ὑπερνέφιοί εἰσιν.

[*](A-B=)

498. εὐρύοπα] ψιλῶς μεγαλόφωνον, ὡς τὸ “ἐριβρεμέτης,” ἢ μεγαλόφθαλμον διὰ τὸ προνοητικόν. ἰδία δὲ κάθηται διὰ τὴν ἐξοχήν· “ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίξει” (Il. 15. 106)· ἅμα δὲ καὶ πρὸς τὸ παρόν.

[*](A=)

*499. πολυδειράδος] ἀρσενικὸν τὸ “πολυδειράδος.”

[*](B=)