Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

449. χερνίψαντο] δεῖ γὰρ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν [*](B-) αὑτὸν θεῷ. ἀπὸ δὲ τῆς χερὸς ἑνικῆς ἐστι “χερνίψαντο.” §. διὰ τί [*](B=) μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀπονίζοντας τὰς χεῖρας, ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπονίψεως, καὶ ὅτι παυσάμενοι τοῦ δειπνεῖν ἔσπενδον· μετὰ δὲ σπονδὰς οὐ δεῖ ἀπονίζε- σθαι. ῥητέον δὲ καὶ τοῦτο. ὅταν γὰρ λέγῃ ( Od. 1. 136) “χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο- λέβητος νίψασθαι,” φήσομεν οὐκ εἰς τὸ νί⌈ψα⌋σθαι πρὸ τοῦ δείπνου [*](3. κέκληται ‖ 4. post τιθέναι add. τίθει ἐπὶ ἐμψύχων omisso signo finali ‖ 11. τὸ post καί add. sec. ‖ θυσιάσαι: corr. W ‖ 15. supplevi ex B ‖ 16. ἥκ. εὐξ. ‖ 33. σὺχ)

44
μόνον· ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος ἐπέξει- σιν, ὥστε παρέκειτο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νί⌈ζε⌋σθαι, ὥσπερ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιν⌈τ⌋ο χρήσασθαι αὐτοῖς. ⌈οὕ⌋τω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ ⌈τηλε⌋μάχου εὐωχουμέ- νους οὐκέτι δεδήλωκεν, ὅπως ἐκ τῆς ⌈ἠι⌋όνος ἀναστάντες ἀπ⌈ηλλάγ⌋η- σαν. καὶ τὴν Ἀθηνῶν ⌈Μέν⌋τῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν Τηλεμάχῳ, οὐκέτι 〈φησὶν⟩ ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν· ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι δίδωσι Μηριόνης Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ⌈ἀπέδω⌋κεν, οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρʼ αὐτῷ· οὐ γὰρ μόνον τί εἴποι, ἀλλὰ καὶ ⌈τί μ⌋ὴ εἴποι ἐφρόντισεν.

[*](A+B=)

449. οὐλοχύτας] τινὲς τὰ κανᾶ, διʼ ὧν ἐπέχεον τὰς οὐλάς, ἃ πρὸς ἀντιδιαστολὴν μὲν εἴρηνται τῶν ψαιστῶν, ἀπαρχὴ δὲ τῆς προτέ⌈ρας ⌋ ζωῆς⌋ θεοῖς ἀπεδίδοντο· πρὸ πυρῶν γὰρ εὕρηνται καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν.

[*](B=)

450. μεγάλʼ εὔχετο 〈χεῖρας ἀνασχών⟩] μεγάλʼ ἀνασχών· ἐπὶ σωτηρίᾳ γὰρ εὐχόμενος παρρ⌈ησίαν ἄγει. ὅτε⌋ δὲ κατη- ρᾶτο τοὺς Ἕλληνας, ἡσυχῇ ηὔχετο· ἐπʼ ὀλέθρῳ γὰρ ἀνθρώπων ἡ αἴτησις.

[*](B=)

453. πάρος ἔκλυες] ἐλεύθερον ἅμα καὶ προσακτικὸν τὸ χάριτας εἰδέναι. φησὶν οὖν, εἰ προήκουσάς μου, ⌈καὶ ν⌋ῦν δίκαιος εἶ ἀκοῦσαι.

[*](A-B=)

454. μέγα δʼ ἴψαο λαόν] ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (Il. 16. 237) οὐκ ὀρθῶς μετηνέχθη ἐντεῦθεν. οὐ γὰρ ὀρθῶς Ἀχιλλεὺς ἐπιχαίρει τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης ⌈βά⌋ρβαρος καὶ μισέλλην.

456. λοιγὸν ἄμυνον] οὐ πολλῆς ἐδέησεν εὐχῆς αὐτῷ· ἐλεῆμον γάρ ἐστι τὸ θεῖον.

[*](B=)

457. τοῦ δʼ ἔκλυε] δεξιὸν καὶ παιδευτικὸν τὸ παραχρῆμα μετα⌈τί⌋- θεσθαι εἰς ἔλεον τὸν θεόν.

[*](B-)

458. προβάλοντο] εἰς τὸν βωμόν· οὐχ ὡς Ἀριστοφάνης “σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν” (Pac. 961).

[*](B=)

* προβάλοντο] ὁμοιοτέλευτον τὸ σχῆμα.

[*](2. ὥστε: corr. W ‖ 3. ὅτου B: ὅτε ‖ 11. εἴπῃ bis ‖ 24. “λαοί” ‖ 33. εὖ δὲ—ὅλων)
45

459. αὐέρυσαν] τὸ “αὖ” πάλιν δηλοῖ, ἢ ἃ ἔρυσαν, καὶ πλεο- [*](A+B=) νασμὸς τοῦ υ. Κυμαίων δὲ ἔθος τὸ αὐερύειν, αἰτούντων τὸν θεὸν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω αὐτοὺς ἕλκειν. τηρεῖ δὲ τὰ Ἑλλη- νικὰ ἔθη.

460. μηρούς] ἐπεὶ στάσεως αἴτια μᾶλλον τῶν ἄλλων ὀστῶν. [*](B=) §. τὸ δὲ λίπος ὡς λαμπρόν, ἢ διὰ τὸ καίεσθαι 〈δι᾿ αὐτοῦ⟩ τὰ [*](B=) μηρία.

461. δίπτυχα] τινὲς ὡς ὑπόβρυχα· καὶ τῷ μὲν ἑνὶ ἐπιτίθεται ὁ [*](B=) μηρός, θατέρῳ δὲ τὰ ἄκρα.

ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν] ἀλλαχοῦ ἡρμήνευσε τί ἐστιν “ὠμοθέ- [*](B=) τησαν·” “δʼ ὠμοθετεῖτο συβώτης, πάντοθεν ἀρχόμενος μελέων, ἐς πίονα δημόν” (Od. 14. 428).

463. πεμπώβολα] διὰ τὸ μὴ συμπεσεῖν τῷ πεντώβολον. καὶ [*](B=) τοὺς μὲν ἄλλους τρισὶν ὀβελοῖς πείρειν, Κυμαίους δέ φασι πέντε.

464. μῆρα] ἀπὸ τοῦ μηρία συνεκόπη καὶ μάλιστα τὰ ἐναγίσματα [*](AB+) τῶν θεῶν δηλοῖ.

σπλάγχνα] ἀντὶ τῶν σπλάγχνων, ὅ ἐστι τῶν ἐντοσθιδίων, ἥπατος [*](B=) νεφρῶν καὶ τῶν ἑξῆς. τούτων δὲ πάντων ἀπεγεύσαντο, ἀπὸ σπλάγχνων καὶ ψυχικῆς σπουδῆς δηλοῦντες τὴν θυσίαν ποιεῖν.

465. 〈μίστυλλον⟩] παρὰ τὸ μεῖον, μείως ἔτιλλον, καὶ κατὰ ⌈-συγ [*](B=) κοπὴν “μίστυλλον.” οὐκ ἔχει δὲ τὸ ε⌋, 〈ὡς οὐδὲ τὸ〉 μικρός παρὰ τὸ μεῖον ὄν. §. τὸ δὲ “τἆλλα” κατὰ συναλοιφὴν ὡς τἆργα. ὁ δὲ Ἡρω- [*](A+ B=) διανὸς τὸν “τέ” παραπληρωματικὸν παραδέχεται· καὶ λείπει〈ν⟩ τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.

466. περιφραδέως] ἐμπειρίας γὰρ προσδεῖ τοῖς ὀπτῶσιν· καὶ [*](B=) ὀπτᾶν δὲ εἴρηται διὰ τὸ πυκνότερον ἐποπτεύειν τὸν ὀπτῶντα.

467. πόνου] τῆς περὶ τὴν ἱερουργίαν σπουδῆς· ἐνίοτε δὲ καὶ τὴν [*](A-B=) ταλαιπωρίαν δηλοι· “ἦ μὴν καὶ πόνος ἐστί” (Il. 2. 291)· οἳ δὲ μόνην τὴν τῆς ἱερουργίας φασὶ σπουδήν, καὶ οὐδέπω πόνον τὴν ἀλγηδόνα καλεῖν τὸν ποιητήν.

τετύκοντο] τεύχω ἔτυχον, ἐτυχόμην ἐτύχοντο· ποιητικὸς Ἰωνικὸς [*](AB=) διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις μετὰ τροπῆς “τετύ- [*](2. αὐερύειν τῶν θυομένων τὸν τράχηλον—ἄνω ἕ. vel tale quid dicit ‖ 6. supplevi ex B ‖ 8. ὑπόβραχα ‖ 14. πέντε B: ἐνί ‖ 15. μηρία ἀ. τ. μ. ‖ 18. τὰ ἑξῆς ‖ 20. repetitur *“μίστυλλον” παρὰ τὸ μεῖστον· οὐκ ἔχει δὲ τὸ ε, ὥσπερ οὐδὲ τ. μ. ἀπὸ τοῦ μεῖον ‖ 21. μικρῶς ‖ 22. τἆλλα B: καὶ ἄ///////// τʼ ἄργα ‖ 23. suppl. W ‖ 31. τετύχοντο)

46
κοντο,” ὥσπερ παρὰ τὸ χάζω κεχάδοντο· “κεχάροννο δὲ πάντες Ἀχαιοί” (Od. 4. 344).

[*](B=)

468. δαιτὸς ἐίσης] τῆς ὁμοίως πᾶσιν ἐπιγινομένης διὰ τὸν ἔρωτα, ἢ τῆς μεριζομένης, ἐπεὶ κἀν τοῖς εὐτελέσιν ἐτήρουν τὴν ἰσότητα, ὡς τὸ “δαιτρὸν πίνωσιν” (Il. 4. 262).

[*](B-)

469. 〈ἐξ ἔρον ἕντο⟩] ἀστικὸν δὲ τὸ μὴ φάναι ὅτι μέχρι κόρου ἤσθιον· τοῦτο γὰρ δουλοπρεπές, ὡς ἐπὶ Εὐμαίου “πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος βῆ ῥʼ ἴμεναι μεθʼ ὕας” (Od. 17. 603)· διὸ τὸ μὲν ἔρος ἐπὶ πάντων λέγουσι λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ τῶν ἀφροδισίων, ὅ ἐστι πιθανόν. Πίνδαρος γοῦν “καὶ γὰρ ἑτέροις ἑτέρων AB= ἔρως ἔκνιξε φρένας” (Pyth. 10. 60). §. ψιλωτέον οὖν τὸ ἔρος ὡς Αἰολικόν, καθὸ τὸ ε καὶ ᾱ πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ⌈ψιλο⌋ῦται. τὸ δὲ “ἕντο” δασυντέον· ἔστι γὰρ παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος ἦν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονάζουσι τῷ ῑ.

[*](A - B=)

470. κοῦροι μὲν κρητῆρας] ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους· “οἰνοχόει δʼ υἱὸς Μενελάου” (Od. 15. 141)· “ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο οἶνον ἐνοινοχοεῦντες” (Od. 3. 471)· διὸ καὶ παῖδας μέχρι νῦν τοὺς δούλους φαμέν. καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσιν.

[*](A-B=)

ἐπεστέψαντο] ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν, ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ. “κρητῆρας” γὰρ “ἐπιστεφέας οἴνοιο” (Il. 8. 232).

[*](B=)

471. νώμησαν] διέδωκαν. §. “ἐπαρξάμενοι” δὲ ἐπιχέαντες. ὁ δὲ [*](B=) νοῦς· τῇ οἰνοχόῃ ἐπιχέαντες τοῖς ποτηρίοις διέδωκαν πᾶσιν ἀπαρξά- [*](B+) μενοι σπονδὴν τοῖς θεοῖς. §. νέμω δὲ νωμῶ.

[*](A+B=)