Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

15. εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ “νηὶ παρὰ πρύμνῃ Ἀγα- μέμνονος” (Il. 7. 383).

[*](B=)

16. εἴωθεν ὑπεξαίρειν τὰ προύχοντα πρόσωπα, ὡς τὸ “Τρῶάς τε [*](B=) καὶ Εκτορα (Il. 13. 1). §. ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητι- κὸν μέτεισιν, ὡς τὸ “ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο” (Il. 4. 301).

[*](B=)

18. ⌈οὐκ ἐν] οὐρανῷ μόνον ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.

[*](B=)

20. 〈παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην⟩] ἀντιδιέσταλται πρὸς τὴν [*](B=) “ὕμῖν·” διὸ ὀρθοτονεῖται. §. ἐλεεινὴ δὲἡπροσθήκη τοῦ “φίλην·” ⌈ηλοῖ [*](AB=) γὰρ τὴν] μόνην. §. τὸ δὲ “δέχεσθαι” ἀντὶ προστακτικοῦἀπαρέμφατον.

[*](A ~ B=)

21. ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς “ἑκηβόλον” εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφ⌈οβῶν αὐτούς⌋.

[*](B=)

22. 〈ἐπευφήμησαν Ἀχαιοί⟩] ⌈δεισίδα⌋ιμον ⌈γὰρ⌋ τὸ πλῆθος καὶ μισοπόνηρον.

[*](B=)

23. ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι· ὃ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει.

[*](AB=)