Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

4. αὐτοὺς δὲ ἑλώρια] καὶ ἀλλαχοῦ (l. 9. 547) “ἡ δʼ ⌈ἀμ⌋φʼ αὐτῷ θῆκε—ἀντὶ “τῷ σώματι αὐτοῦ᾿—“ἀμφὶ συὸς κεφαλῇ.”

[*](B+)

αὐ⌈το⌋ὺς δὲ ἑλώρια] δυσμενεῖς φασι (τοὺς ἀκροω⌋μένους ἐργά- ζεται βλασφημ⌈εῖσθαι ποιῶν⌋, ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν ἀνελόμενοι· ἀλλʼ οὐδὲ διʼ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν τοῦ κηδεύειν οὐκ ἔχοντες· τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ μάχῃ— ταύτῃ δὲ τῶν Τρώων ἐκράτουν—θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετʼ αὐτὴν ἡττώμενοι διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας ἀλλὰ περὶ τῆς σφῶν σωτηρίας εἶχον τὴν φροντίδα. §. δασύνεται δὲ τὸ “ἑλώρια·” παρὰ γ⌈ὰρ τὸ⌋ ἔλω ἕλωρ ⌈ἐγ⌋ίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ· καὶ κτητικὸν τὸ ἑλώριον, ᾧ ἐχρήσατο ἀντὶ ‘ἕλωρ’. §. χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ “τεῦχε” παράτασις. Εὐκλείδης φησὶ τὸ ἐξῆς· “τεῦχε κύνεσ〈σ〉ιν οἰωνοῖσί τε πᾶσιν, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε.”

[*](A=)

* κύνεσσιν] κατὰ Αἰολεῖς.

[*](A + B=)

**Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· “Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο ⌈κῦδος⌋” [*](B=) (Il. 13. 347). Εὐκλείδης δέ φησιν, ὅτι οὐχ ὡς ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλή, τὸ τοὺς ἠδικηκότας ἀξίαν δοῦναι δίκην ὧν ἠδδίκησαν, ὅπερ ἐστὶ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ “πολλὰς δʼ ἰφθίμους ψυχάς,” τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ.

[*](B=)

6. **〈διαστήτην)] διέστησαν· ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. §. τὸ δὲ “ἔριδι” ἀντὶ ‘μετὰ ἔριδος,ʼ ὡς μεθʼ ὅπλων.

[*](B=)

7a. ** Ἀτρείδης] ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, ⌈ὡς καὶ⌋ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ· ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδιαστέλλων προσέθηκε “ἄναξ ἀνδρῶν.”

[*](B=)

7b. **δῖος] ὁ ἔνδοξος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ [*](3. ἀπεργάζεται B: ὁρῶς legi ‖ 11. πέλωρ πέλωρ ‖ 12. ἀντὶ ἑλώρια ‖ ‖ 22. τὸ τέλος ‖ 28. schol. 7a post 7b scriptum, at fere deletum est; haec conspicua: . . . . ντονομ (secuntur circa 50 litt.) ἐπεὶ δὲ ἀτρείδης (et c. 80 litt. evanidae). sumpsi ex L ‖ 31. certo haec apparent: πάντων χάρ (versus scholii, quod 100 fere litt. constabat, finem). sumpsi ex L.)

5
τὸ “δῖος” φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις: Ἀχιλλεὺς μὲν γὰρ πάντων χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυται- μνήστρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους· τὸν δὲ Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου· “αὐτὰρ ὁ διογενής” (Il. 21. 17).

8. **τίς τʼ ἄρ] οἱ ⌈περὶ τὸν⌋ Σιδώνιον τῇ “σφῶι” ἀρέσκονται, [*](B +) οὐ καλῶς· ἡ γὰρ “σφῶι” δύο πτώσεις ἐπιδέχεται ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει· τὸ δὲ “σφωέ” μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου καὶ σημαίνει τὸ ⌈αὐτούς⌋.

ἔριδι ξυν⌈έηκε μάχεσθαι⌋] ὡς “δίʼ ὅ γε—Τρωσὶ μάχεσθαι.”

10. ** ψιλωτέον τὸ “ὦρσε·” ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολικῶς [*](A - B=) γίνεται.

* * ⟨λαοί⟩ καίτοι τοῦ λαός πειλημματικοῦ ὄντος πρὸς πλείονα [*](B=) ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.

11. **εὕνεκα τὸν Χρύσην] ὑπερβατόν, ἵνʼ ᾖ τὸν ἀρητῆρα Χρύσην· [*](A - B=) τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἡ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη· τότε γὰρ] ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ ὑπερβατόν, ὡς τὸ “ἀλλ᾿ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος” (Od. 9. 378). §. κατὰ συλλογισμὸω δὲ [*](B=) ἡ διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, πόσῳ μᾶλλον ἰδιώτης;

13. ⌈πανταχόθεν⌋ τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει [*](B=) τῆς παιδός, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν δώρων κομιδῇ· καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δ⌋ῶρα—χρυσὸς δὲ ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν—διʼ οἰκετῶν προσῆγεν· καὶ τὰ μὲν τῶν θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ ⌈δί⌋]δωσιν, ἵνα καὶ τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην.

⌈ἵνα, εἰ] μὲν θεοσεβής, τὰ στέμματα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, [*](A - B =) τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας οἰκτειρήσῃ· πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται.

14. ** ⟨ἑκηβόλου⟩] τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ [*](B=) [*](6. in medio fere scholio legi ὑμεῖσ τε . . . . ὧν οὐδέτερον . . . . . . δἐ σφωέ, cetera ex L supplevi 15. versus acholii finem legi εἰ γὰρ . . . . . . . . ις ἀνδρὶ . . . . . . . . τοιαῦτα . . . . . . . . μᾶλλον . . . . . . . . τω, cetera ex B et L, ubi 14 litt. ante ἀδιάφορον totidemque post καὶ εἰ evanidae, supplevi. remanet tamen spatium 30 fere litt. vacuum ‖ 27. κἂν τ.)

6
ἕκαθεν βάλλουσιν, ἀλλʼ οὐ τυγχάνουσι τοῦ σκοποῦ· “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20. 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπιτυγχάνειν.

[*](B=)