Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

479. ἐκ τοῦ σμερδνόν. τοῦτο ἐκ τοῦ μερίζω μεριδνὸν καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ σμερδνόν καὶ ἐξ αὐτοῦ σμερδναλέον καὶ ἀπο- βολῇ τοῦ ν σμερδαλέον. μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ καὶ οὐκ ἐῷ ἐν τῷ αὐτῷ μένειν.

387

176. πῆμα. ἐκ τοῦ πήθω πῆμα· ἐξ οὗ καὶ πημαίνω, νσπερ ἀπὸ τοῦ δεῖμα δειμαίνω.

182. τὸ πρῆσαι σημαίνει δύο· τὸ καίω ὡς ἐνταῦθα καὶ “πρῆσεν δὲ πυρὸς δηίοιο θύρετρα” (Il. 2, 415). καὶ τὸ φυσῶ, ὡς “πρῆσεν δʼ ἄνεμος μέσον ἱστίον” (Il. 1, 481). καὶ “δάκρυʼ ἀναπρήσας” (II. 9. 433) ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ τοὺς πεφυσημένους πεπρησμένους λέγομεν.

230. ἄτη γίνεται ἐκ τοῦ ἄετος ὁ μάταιος καὶ ψευδής, ὃ γέγονεν ἐκ τοῦ ἐτεός. τὸ θηλυκὸν ἀετή καὶ κράσει τοῦ ᾱ καὶ ε εἰς ᾱ μακρὸν ἄτη, καὶ ἔστι μακρὸν τὸ ᾱ. γίνεται δὲ καὶ ἐκ τοῦ τῶ τὸ λαμβάνω ὡς τὸ “τῆ Κύκλωψ πίε οἶνον” (Od. 9, 347) καὶ μετὰ τοῦ στερη- τικοῦ ᾱ ἄτη, ἢν οὐδεὶς θέλει λαβεῖν.

434. φάτναις παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵππους κάπειν, ὅ ἐστιν ἐσθίειν.

2. θεσπεσίη. γίνεται παρὰ τὸ θεός καὶ τὸ πέω τὸ πίπτω, πέσω πέσιος θεοσπέσιος καὶ κατὰ συγκοπὴν θεσπέσιος.

570. τὸ πρόχνν σημαίνει δύο· τὸ πρόγονυ ὡς ἐνταῦθα, καὶ τὸ παντελῶς, ὡς τὸ “πρόχνυ, ἐπεὶ πολλῶν ἐπὶ γούνατʼ ἔλυσε” (Od. 14, 69).