Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

410. τὸ ὥκα ἐκ τοῦ ὠκέα ὥκα. τὸ δὲ ὠκέα ἐκ τοῦ ὠκύς. τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα καὶ τὸ οὐδέτερον ἀκύ ἄκεα ἄκα καὶ τροπῇ τοῦ α εἰς η ἦκα. ἐτράπη δὲ τὸ α εἰς ω, καὶ ὥσπερ ἀπὸ τοῦ φάρος, ὃ σημαίνει τὸ ἱμάτιον, γίνεται φαριαμός καὶ φωριαμός, οὕτω καὶ ἀπὸ τοῦ ἄκα τροπῇ τοῦ α εἰς ω ὥκα.

413. ἄψορρον] ὀπισθορμήτως. ἔστι δὲ μεσότητος ἐπίρρημα. γίνεται δὲ ἐκ τοῦ ἄψ τοῦ σημαίνοντος τὸ ὀπίσσω καὶ τοῦ ὄρω τὸ διεγείρω, πλεονασμῷ τοῦ ρ ποιητικῶς. τὸ δὲ ἄψ γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ εἰς τὸ ὀπίσω (οὐ μόνον γὰρ τὸ α σημαίνει τὸ ὁμοῦ)· καὶ πλεονασμῷ τοῦ ψ γίνεται ἄψ, καὶ ἐρύω αὐερύω τὸ εἰς τὸ ὀπίσω, πλεονασμῷ τοῦ υ, ὡς τὸ “αὐέρυσαν μὲν πρῶτα” (Il. Ι, 459). οἱ δὲ τὸ ἄψ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ· ὁ μέλλων ἕψω, ἔψ καὶ ἄψ.

479. ἐκ τοῦ σμερδνόν. τοῦτο ἐκ τοῦ μερίζω μεριδνὸν καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ σμερδνόν καὶ ἐξ αὐτοῦ σμερδναλέον καὶ ἀπο- βολῇ τοῦ ν σμερδαλέον. μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ καὶ οὐκ ἐῷ ἐν τῷ αὐτῷ μένειν.

387

176. πῆμα. ἐκ τοῦ πήθω πῆμα· ἐξ οὗ καὶ πημαίνω, νσπερ ἀπὸ τοῦ δεῖμα δειμαίνω.

182. τὸ πρῆσαι σημαίνει δύο· τὸ καίω ὡς ἐνταῦθα καὶ “πρῆσεν δὲ πυρὸς δηίοιο θύρετρα” (Il. 2, 415). καὶ τὸ φυσῶ, ὡς “πρῆσεν δʼ ἄνεμος μέσον ἱστίον” (Il. 1, 481). καὶ “δάκρυʼ ἀναπρήσας” (II. 9. 433) ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ τοὺς πεφυσημένους πεπρησμένους λέγομεν.

230. ἄτη γίνεται ἐκ τοῦ ἄετος ὁ μάταιος καὶ ψευδής, ὃ γέγονεν ἐκ τοῦ ἐτεός. τὸ θηλυκὸν ἀετή καὶ κράσει τοῦ ᾱ καὶ ε εἰς ᾱ μακρὸν ἄτη, καὶ ἔστι μακρὸν τὸ ᾱ. γίνεται δὲ καὶ ἐκ τοῦ τῶ τὸ λαμβάνω ὡς τὸ “τῆ Κύκλωψ πίε οἶνον” (Od. 9, 347) καὶ μετὰ τοῦ στερη- τικοῦ ᾱ ἄτη, ἢν οὐδεὶς θέλει λαβεῖν.

434. φάτναις παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵππους κάπειν, ὅ ἐστιν ἐσθίειν.

2. θεσπεσίη. γίνεται παρὰ τὸ θεός καὶ τὸ πέω τὸ πίπτω, πέσω πέσιος θεοσπέσιος καὶ κατὰ συγκοπὴν θεσπέσιος.

570. τὸ πρόχνν σημαίνει δύο· τὸ πρόγονυ ὡς ἐνταῦθα, καὶ τὸ παντελῶς, ὡς τὸ “πρόχνυ, ἐπεὶ πολλῶν ἐπὶ γούνατʼ ἔλυσε” (Od. 14, 69).

26. βλέφαρον παρὰ τὸ ἐν τῷ βλέπειν αἴρεσθαι, ἢ παρὰ τὸ τοῦ βλέμματος φᾶρος εἶναι.

51. δολιχόν. διαφέρει τὸ δόλιχος τοῦ δολιχός. προπαροξυνό- μενον γάρ ἐστιν εἶδος ὀσπρίου (ὀσπρέου B), ὀξυνόμενον δὲ σημαίνει τὸν μακρόν.

135. ἐκ τοῦ ἀκάζω γίνεται, ὃ σημαίνει τὸ ἀκονῶ, ὁ μέλλων ἀκάκῳ, ὁ παρακείμενος ἤκακα, ὁ παθητικὸς ἤκασμαι, ἡ μετοχὴ ἠκα- σμένος, καὶ τροπῇ τοῦ σ εἰς χ καὶ Ἰωνικῇ συστολῇ τῆς ἀρχούσης ἀκαχμένος. ἀκαχμένον δὲ λέγει τὸ ἐστιλβωμένον.

204. τίς σημαίνει ιβ. α΄ ἐρώτησιν, ὡς τὸ “τίς ἐστιν οὗτος ὁ

388
βασιλεὺς τῆς δοξης;” καὶ Ὅμηρος “τίς πόθεν εἶς ἀνδρῶν,” (Od. I, 170). β΄ ἀπόφασιν, ἥτις αὐτοῦ μάλιστα μάχεται, τίς —οὐδείς. “καὶ τίς ἔγνω νοῦν κυρίου;” καὶ Ὀμηρος “τίς ἂν τάδε γηθήσειε;” (Il. 9, 77). γ΄ ἀόριστον. “ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδτ·” καὶ Ὀμηρος “εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσι” (Il. 6, 142). δ΄ προσδιορισμόν, ὡς τὸ “εἰσί τινες τῶν ὧδὲ ἑστηκότων·” καὶ Ὅμηρος “ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἐῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἔλθει.” έ ἀγανάκτησιν, του- τέστιν ἐπιτίμησιν, ὡς τὸ “τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἷ” καὶ “τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν” καὶ “τίς ἐστιν ὁ κρύπτων βουλήν·” εἰ δέ τις ἐρωτηματικῶς ταῦθʼ ὑπολάβοι, ἄγνοιαν κατηγορήσει. καὶ Ὀμηρος “τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν Ἀργείους· τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας” (Il. 9, 337). ς΄ εὐτέλειαν· “τίς εἰμι ἐγὰ, κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου;ʼ” καὶ Ὅμηρος “ἔπειτα δὲ καί τι πάθοιμι” (Il. 21, 274) καὶ “τί νύ μοι μήκιστα γένηται;” (Od. 5, 299). ζ΄ σπάνιν· “τίς σοφὸς καὶ φυλάξει ταῦτα” “τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν·” εἰ γὰρ καὶ μὴ πάντες, ἀλλʼ οὖν τινές. καὶ Ὅμηρος “τίς δʼ αὗ τοι δολο- μῆτα θεῶν συμφράσσατο βουλάς” (Il. Ι, 540)· οὐ γὰρ ἐρωτη- ματικῶς ἐνταῦθα κεῖται τὸ τίς, ἐπεὶ οὐκ ἠγνόει ἡ Ἥρα τὴν τῆς δέτιδος βουλήν. η΄ θαυμασμὸν, ὡς τὸ “τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδώμ;” καὶ “τίς ἐστιν οὕτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ ;” καὶ Ὅμηρος “τίς δὲ σύ ἐσσι φέριστε κατα- θνήτων ἀνθρώπων, Il. 6, 123). θ΄ εὐχὴν ἐξ ἀμηχανίας· “τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ;” καὶ “τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;” ί προκλητικόν· “τίς ἀπατήσει τὸν Ἀχαάβ;” καὶ “τίνα ἀποστελῶ ;” καὶ “τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦ- τον;” καὶ Ὅμηρος “τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσσει” (303): ιά τὸ βραχὺ καὶ ἄτονον καὶ ὀλιγόχρονον τοῦ βίου, ὡς τὸ “τίς μου ἡ ἰσχὺς, τί ὑπομένω; ἢ τίς μὲν ὁ χρόνος ὅτι ἀνέχομαι:” ιβ΄ διαπόρησιν, ὡς τὸ “τίς ἂν γνοίη ὅτι εὕροιμι αὐτόν;” καὶ “τίς οἶδεν εἰ ἐπιστρέψω:” καὶ Ὅμηρος “τίς οἶδε εἰ καὶ αὐτὸς φίλης ἐπὶ νηὸς τῆλε φίλων ἀπόληται ἀλώμενος ὥσπερ Ὀδυσσεύς” (Od. 2, 352).

[*](30. τί ὑπομένω Bekk.] ὅτι ὑπομενῶ)
389

361. κεμὰς ὁ κοιμώμενος ἔλαφος. γίνεται δὲ ἐκ τοῦ κέω τὸ κοιμῶμαι.

374. τρισὶν ὁ Ἡρωδιανὸς παραγωγαῖς τοῦθʼ ὑπέβαλε· πρῶτον μὲν ἐκ τοῦ ταράσσω τάραβος καὶ τάρβος· δεύτερον, ὅτι ἐκ τοῦ τρέπω, ὁ δεύτερος ἀόριστος ταρπε, τάρπος, καὶ τροπῇ τοῦ π εἰς β τάρβος· οἱ γὰρ εὐλαβούμενοι φεύγουσιν· τρίτον, ὅτι τείρω τὸ κατα- πονῶ, ὁ δεύτερος ἀόριστος ἕταρον, τόρος, καὶ πλεονασμῷ τοῦ β τάρ- βος, καὶ ῥῆμα ταρβῶ “τάρβησέν τε.”

418. ἐσχάρα σημαίνει ε, τὴν πυρὰν, καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρʼ Εὐριπίδῃ ἐν ρακλεῖ, καὶ τὴν κυρίως λεγομένην.

152. ἐκ τοῦ ἀρτύω. τοῦτο παρὰ τὸ ἀρτῶ, τοῦτο παρὰ τὸ ἄρω τὸ ἁρμόζω. ὁ μέλλων ἀρῶ καὶ Αἰολικῶς ἄρσω. καὶ ἄρτος ὄνομα ῥημα- τικόν. ἐκ δὲ τοῦ ἀρτῶ ἀρτίζω καὶ καταρτίζω. ἐκ γοῦν τοῦ ἀρτύω γέγονεν ἀρτύνω.

244. ἀρίζηλος ὁ διάδηλος καὶ φανερός. καὶ γίνεται ἐκ τοῦ αρι ἐπιτατικοῦ μορίου. τοῦτο ἐκ τῆς περί προθέσεως. αὕτη γὰρ ἡνίκα ὀξύνεται, τὸ περισσῶς σημαίνει “περὶ μέν σε τίω” (Il. 4, 257) καὶ Δωρικῷ ἔθει τρέπεται τὸ ε εἰς α, ἡνίκα δὲ τραπῇ, ἀποβάλλει καὶ τὸ κατʼ ἀρχὰς σύμφωνον, οἷον μέχρι ἄχρι, τουτέστι πέρι καὶ Δωρικῶς ἀρί τὸ περισσῶς. καὶ τὸ δῆλος, ὃ σημαίνει τὸν φανερὸν, ἀρίδηλος ὁ πάνυ φανερός. τὸ δὲ δῆλος παρὰ τὸ δαλός, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον, καὶ ἀναδόσει τοῦ τόνου καὶ τροπῇ τοῦ εἰς ῇ δῆλος καὶ μετὰ τοῦ αρι ἀρίδηλος καὶ πλεονασμῷ τοῦ σ ἀρίσ- δηλος, καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ σ καὶ δ σύγκειται συναιρέσει τοῦ σ καὶ δ εἰς ζ γίνεται ἀρίζηλος.

269. ἀλκή. παρὰ τὸ ἀρκῶ τὸ βοηθῶ ἀρκή καὶ μεταθέσει τοῦ ρ εἰς λ ἀλκή· ἢ παρὰ τὴν ἀκμὴν τὴν ἡλικίαν, τοῦτο παρὰ τὸ κμῶ τὸ κοπιῶ γίνεται κμή καὶ μετὰ τοῦ στερητικοῦ ᾱ ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη.

305. ἤϊσαν ἐπορεύοντο. γίνεται δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι ὁ ἀόριστος εἶσα. τὸ γ΄ τῶν πληθυντικῶν εἶσαν καὶ διαλύσει ἔϊσαν καὶ ἐκτάσει ἤϊσαν.