Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Μῆνιν ἄειδε] ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, [*](A=) οὕτω δυσφήμου ὀνόματος· διὰ δύο ταῦτα, πρῶτον μέν, ἵνʼ ἐκ τοῦ πάθους ἀποκαθαριεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτι- κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δέ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ· ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως [οὐ] κατα- τρέχει ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. §. ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις [*](A=) γέγονεν· ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ⌈ἀτυ⌋χημάτων διήγησις ἐργάζεται, καὶ ὡς ἄριστος ⟨ἰατρὸς⟩ πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴ⌈ασ⌋ιν ἐπάγει· Ἑλληνικ⌈ὸ⌋ν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. §. ἰστέον δέ· ὥσπερ ⌈ἐπὶ συ⌋κῆς πρῶτον μέν ⌈ἐστιν⌋ [*](A=) ὄλυνθος, εἶτα φήληξ σῦκον ἰσχάς, οὕτω πρῶτον ὀργή, ⟨εἶτα⟩ θυμὸς χόλος κότος μῆνις· ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται· “ἠὲ χό ⌈λον⌋ παύσειεν ἐρητύσειέ τε θυμόν” (192)· “οὐδ ὄθομαι κοτέοντος” (181)· “αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος” (488).

ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν [*](A ~ B =) πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι, καὶ οὐδὲ περὶ πόλεων μεγίστων. οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος [*](Folii 1a scholia (1—27) adeo aut evanuerunt aut rasuris deformata sunt, ut sine Veneti B et Lipsiensis auxilio restitui non possint ‖ 1—3. inscriptiones addidi ‖ 11. post ἐπαίνῳ nota finalis:—erasa ‖ 17. ἐστιν erasum: φ suppl. rec. ‖ 23. schol. post v. 54 scriptum; hinc ὄπισθεν post ζητεῖται add.)

2
οὐδέποτε ἐξήεσαν τῶν πυλῶν καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐτέλεσαν, τὰς 〈δὲ) ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέ- φοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων [*](B=) ἐπιλαμβάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. §. ἔτι ζητεῖται διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπιλύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως, ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσ- εχεστέρους ποιοῦν, εἰ μέλλει πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων.

[*](B=)

πάλιν ζητεῖται διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δʼ ὅτι ἐκεῖ μέν, ἅτε μόνως ἐφʼ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται· οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς πόλεως ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα.

[*](A = B–)

μῆνιν] μῆνις παρὰ τὸ μένω ἐν ἐκτάσει μῆνις ὡς ἔνος ἦνις· οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς.

[*](A +)

ἄειδε] ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· ὁ γὰρ Ἡσ⌈ίοδός φησι “δεῦτε δὴ ἐννέ⌋πετε” (Opp. 2) καὶ Πίνδαρος ⌈“μαντεύεο Μοῦσα”⌋ (fr. 150 Bergk.)· δεύτερον δέ, ὅτι (οὐ κατὰ ἀλήθειαν ταῖς Μού⌋σαις ἐπιτάσ- σουσιν, ἀλλʼ ἑαυτοῖς.

[*](B–)

⌈ἄειδε⌋] ᾄδειν ποίει, μετωνυμικῶς ὡς “πάντας μέν ῥʼ ἔλπει” (Od. 2. 91)· ἡδονῇ γὰρ αὐτὰ καλύπτειν θέλει δυσχερῆ ὄντα· περὶ δὲ τοῦ ῥή⌈τορος λέγων⌋ “ἔννεπε” ⌈φησίν⌋.

[*](A – B=)

ἔθος τοῦτο ποιητικόν, ὃ πάντες μικροῦ ⌈δεῖν⌋ ἐφυλάξαντο, καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡ⌋ς ἐπικουρῆσον αὐτοῖς· καὶ ἐν Ὀδυσ- σείᾳ γάρ φησιν “ἄ⌈νδρα⌋ μοι ἔννεπε Μοῦσα” καὶ πάλιν ἐπά⌈γει “τῶν ἀμό⌋θεν γε θεά·” καὶ ἀλλαχοῦ (Od. 8. 499) “ὃ δʼ ὁρμηθ⌈εὶς θεοῦ ἤρ⌋χετο, φαῖυε δʼ ἀοιδήν.” οἱ δὲ λέγοντες, ⌈ὡς ἐχρῆν⌋ ἐπὶ τοῖς οὕτω δυσφήμοις (λέγειν] “ἄειδέ ⌈μοι ἠερο⌋φοῖτις Ἐρινύς,” τοῦ δέ- ⌈ντος ἁμαρτάνουσιν⌋· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ. [*](9. μέλλοι ‖ 16. ἔ. αὐτῶν ἀ. videtur ‖ 19. παρὰ ‖ 26. ἦδον γ. αὗται καὶ εἰπεῖν: corr. W ex B)

3
ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν ⌈δὲ⌋ τῇ ἀπαριθμήσει (Il. 2. 484) πάσας· “ἔσπετε νῦν μοι Μοῦσαι.”

Πηληιάδεω Ἀχιλῆος⌋ οὕτως ἀναγνωστέον διʼ ἑνὸς λ διὰ τὸ μέτρον [*](A=) καὶ διὰ τὸ ἄχο⌈ς, ἐστι λύπην,⌋ ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν· οἳ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλε⌈σι⌋ τροφῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος.

*Πηληιάδεω] παραγωγόν.

2. ⟨οὐλομένην⟩] ⌈τὴν ὀλέσ⌋ασαν ἢ τὴν ὀλεθρίαν· ὡς ἐπὶ ἰδίοις [*](B=) δὲ ἀλγῶν δυσφημεῖ αὐτήν· ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑποφαίνουσι τὸ ⌈πλῆθος τῶν⌋ ἱστορηθησομένων, ὡς καὶ ἐν⌋ Ὀδυσσείᾳ. §. ἔχει δὲ τοὺς γεν〈ν〉ικωτάτους τῶν τόπων τὸ προοίμιον· ποσόν, [*](B=) πολλάς· ποιόν, ἰφθίμους· οὐσίαν, ⌈ψυχάς· τόπον, ἄϊδι·⌋ χρόνον, προίαψεν.

ἣ μυρία] κατὰ συλλογισμὸν ἡ δ⌈ι⌋ή⌈γησις⌋. §. μυρίον τινὲς θρηνητικόν παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, [*](A = B +) ἐφʼ οἷς μ⌈ύρεσθαι⌋ τὸ κλαῦσαι· οὐδὲν δὲ ἄτοπον, εἰ παρὰ Μού⌈σης ταῦτα μαθεῖν⌋ ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.

ἡ μυρία⌋ ῥητορικὴ ἡ μετάληψις· παρ⌈ὸν⌋ γὰρ “ὃς μυρί᾿ [*](B=) ⌈ Ἀχαιοῖς⌋ ἄλγε’ ἔθηκε” φάναι, ὡς φιλ⌈έλλην οὐ τῷ ἥρωι⌋ ἐπάγει τὴν βλασφημίαν ἀλλὰ τῷ ⌈πάθε⌋. §. τὸ δὲ ἥ κατὰ δοτικὴν ἤκουσάν [*](B=) ⌈τινες, οὐκ ὀρθῶς⌋.

3. πολλὰς δʼ ἰφθίμους ψυχάς] ⌈κίνησιν⌋ οὐ τὴν τυχοῦσαν ἔχει τὸ [*](B=) προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡρώων.

ἰφθίμων ψυχάς] Ἀπολλώνιος ὁ Ῥόδιος γράφει “κεφαλάς.”

[*](B=)

ἐναντίον τῷ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι [*](B=) ἀνδρῶν (Il. 6. 488). ἀλλʼ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν, ὡς οὐ διὰ τὴν Μοῖραν ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο· ῥητέον οὖν, ὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς ὡρισμένης τελευτήν· πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· “γῆρας” γάρ φησι “καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλον- ται” (Od.13.59). §. “προίαψεν οὖν ἔβλαψε πρὸ ὅρου παραπέμψασα [*](B=) Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανάτου· ἢ περιττεύει ἡ “πρό,” ὡς τὸ “νῆάς τε προπάσας” (Il. 2. 493).

[*](5. τροφὰς: corr, W || 10. repetitur * τόσον· ποιόν· οὐσίαν· τόπον· χρόνον ‖ 13. μυρίον scripsi: . . οἵ ‖ 15. περὶ ‖ 22. ἔχει A: λέγει ‖ 24. repetitur **Ἀπ. ὁ Ῥ. κ. γράφει)
4
[*](B=)

4. αὐτοὺς δὲ ἑλώρια] καὶ ἀλλαχοῦ (l. 9. 547) “ἡ δʼ ⌈ἀμ⌋φʼ αὐτῷ θῆκε—ἀντὶ “τῷ σώματι αὐτοῦ᾿—“ἀμφὶ συὸς κεφαλῇ.”

[*](B+)

αὐ⌈το⌋ὺς δὲ ἑλώρια] δυσμενεῖς φασι (τοὺς ἀκροω⌋μένους ἐργά- ζεται βλασφημ⌈εῖσθαι ποιῶν⌋, ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν ἀνελόμενοι· ἀλλʼ οὐδὲ διʼ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν τοῦ κηδεύειν οὐκ ἔχοντες· τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ μάχῃ— ταύτῃ δὲ τῶν Τρώων ἐκράτουν—θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετʼ αὐτὴν ἡττώμενοι διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας ἀλλὰ περὶ τῆς σφῶν σωτηρίας εἶχον τὴν φροντίδα. §. δασύνεται δὲ τὸ “ἑλώρια·” παρὰ γ⌈ὰρ τὸ⌋ ἔλω ἕλωρ ⌈ἐγ⌋ίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ· καὶ κτητικὸν τὸ ἑλώριον, ᾧ ἐχρήσατο ἀντὶ ‘ἕλωρ’. §. χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ “τεῦχε” παράτασις. Εὐκλείδης φησὶ τὸ ἐξῆς· “τεῦχε κύνεσ〈σ〉ιν οἰωνοῖσί τε πᾶσιν, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε.”

[*](A=)

* κύνεσσιν] κατὰ Αἰολεῖς.

[*](A + B=)

**Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· “Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο ⌈κῦδος⌋” [*](B=) (Il. 13. 347). Εὐκλείδης δέ φησιν, ὅτι οὐχ ὡς ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλή, τὸ τοὺς ἠδικηκότας ἀξίαν δοῦναι δίκην ὧν ἠδδίκησαν, ὅπερ ἐστὶ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ “πολλὰς δʼ ἰφθίμους ψυχάς,” τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ.

[*](B=)

6. **〈διαστήτην)] διέστησαν· ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. §. τὸ δὲ “ἔριδι” ἀντὶ ‘μετὰ ἔριδος,ʼ ὡς μεθʼ ὅπλων.

[*](B=)

7a. ** Ἀτρείδης] ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, ⌈ὡς καὶ⌋ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ· ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδιαστέλλων προσέθηκε “ἄναξ ἀνδρῶν.”

[*](B=)

7b. **δῖος] ὁ ἔνδοξος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ [*](3. ἀπεργάζεται B: ὁρῶς legi ‖ 11. πέλωρ πέλωρ ‖ 12. ἀντὶ ἑλώρια ‖ ‖ 22. τὸ τέλος ‖ 28. schol. 7a post 7b scriptum, at fere deletum est; haec conspicua: . . . . ντονομ (secuntur circa 50 litt.) ἐπεὶ δὲ ἀτρείδης (et c. 80 litt. evanidae). sumpsi ex L ‖ 31. certo haec apparent: πάντων χάρ (versus scholii, quod 100 fere litt. constabat, finem). sumpsi ex L.)

5
τὸ “δῖος” φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις: Ἀχιλλεὺς μὲν γὰρ πάντων χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυται- μνήστρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους· τὸν δὲ Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου· “αὐτὰρ ὁ διογενής” (Il. 21. 17).

8. **τίς τʼ ἄρ] οἱ ⌈περὶ τὸν⌋ Σιδώνιον τῇ “σφῶι” ἀρέσκονται, [*](B +) οὐ καλῶς· ἡ γὰρ “σφῶι” δύο πτώσεις ἐπιδέχεται ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει· τὸ δὲ “σφωέ” μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου καὶ σημαίνει τὸ ⌈αὐτούς⌋.

ἔριδι ξυν⌈έηκε μάχεσθαι⌋] ὡς “δίʼ ὅ γε—Τρωσὶ μάχεσθαι.”

10. ** ψιλωτέον τὸ “ὦρσε·” ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολικῶς [*](A - B=) γίνεται.

* * ⟨λαοί⟩ καίτοι τοῦ λαός πειλημματικοῦ ὄντος πρὸς πλείονα [*](B=) ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.

11. **εὕνεκα τὸν Χρύσην] ὑπερβατόν, ἵνʼ ᾖ τὸν ἀρητῆρα Χρύσην· [*](A - B=) τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἡ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη· τότε γὰρ] ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ ὑπερβατόν, ὡς τὸ “ἀλλ᾿ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος” (Od. 9. 378). §. κατὰ συλλογισμὸω δὲ [*](B=) ἡ διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, πόσῳ μᾶλλον ἰδιώτης;

13. ⌈πανταχόθεν⌋ τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει [*](B=) τῆς παιδός, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν δώρων κομιδῇ· καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δ⌋ῶρα—χρυσὸς δὲ ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν—διʼ οἰκετῶν προσῆγεν· καὶ τὰ μὲν τῶν θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ ⌈δί⌋]δωσιν, ἵνα καὶ τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην.

⌈ἵνα, εἰ] μὲν θεοσεβής, τὰ στέμματα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, [*](A - B =) τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας οἰκτειρήσῃ· πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται.

14. ** ⟨ἑκηβόλου⟩] τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ [*](B=) [*](6. in medio fere scholio legi ὑμεῖσ τε . . . . ὧν οὐδέτερον . . . . . . δἐ σφωέ, cetera ex L supplevi 15. versus acholii finem legi εἰ γὰρ . . . . . . . . ις ἀνδρὶ . . . . . . . . τοιαῦτα . . . . . . . . μᾶλλον . . . . . . . . τω, cetera ex B et L, ubi 14 litt. ante ἀδιάφορον totidemque post καὶ εἰ evanidae, supplevi. remanet tamen spatium 30 fere litt. vacuum ‖ 27. κἂν τ.)

6
ἕκαθεν βάλλουσιν, ἀλλʼ οὐ τυγχάνουσι τοῦ σκοποῦ· “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20. 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπιτυγχάνειν.

[*](B=)

15. εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ “νηὶ παρὰ πρύμνῃ Ἀγα- μέμνονος” (Il. 7. 383).

[*](B=)

16. εἴωθεν ὑπεξαίρειν τὰ προύχοντα πρόσωπα, ὡς τὸ “Τρῶάς τε [*](B=) καὶ Εκτορα (Il. 13. 1). §. ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητι- κὸν μέτεισιν, ὡς τὸ “ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο” (Il. 4. 301).

[*](B=)

18. ⌈οὐκ ἐν] οὐρανῷ μόνον ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.

[*](B=)

20. 〈παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην⟩] ἀντιδιέσταλται πρὸς τὴν [*](B=) “ὕμῖν·” διὸ ὀρθοτονεῖται. §. ἐλεεινὴ δὲἡπροσθήκη τοῦ “φίλην·” ⌈ηλοῖ [*](AB=) γὰρ τὴν] μόνην. §. τὸ δὲ “δέχεσθαι” ἀντὶ προστακτικοῦἀπαρέμφατον.

[*](A ~ B=)

21. ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς “ἑκηβόλον” εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφ⌈οβῶν αὐτούς⌋.

[*](B=)

22. 〈ἐπευφήμησαν Ἀχαιοί⟩] ⌈δεισίδα⌋ιμον ⌈γὰρ⌋ τὸ πλῆθος καὶ μισοπόνηρον.

[*](B=)

23. ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι· ὃ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει.

[*](AB=)

24. ⌈ἀρχικὸν⌋ τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.

[*](B=)

25. ⟨κακῶς⟩] αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. §. [*](B=) τὸ δὲ ⌈“κρατερόν” ἀντὶτοῦ ἀπηνῆ⌋, ὡς τὸ “ἀνδρὶπαρὰ κρατερῷ” (Il.24. [*](B=) 212), “κρατέρʼ ἄλγεα πάσχων” (Il. 2.721). §. τὸ δὲ ἑξῆς, ἐπέτελλεν.

[*](B=)

26. τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπʼ ὀνείδει προβάλλεται.

[*](B=)