Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

319. τετύκοντο] ἀπὸ τοῦ τεύχω ὁ δεύτερος ἀόριστος ἔτυχον, ὡς ἐλεύθω ἤλυθον ὁ παθητικὸς μέσος ἀόριστος ἐτυχόμην· ἴστεον δὲ ὅτι πολλάκις ὁ β΄ ἀόριστος ἀναδιπλασιάζεται καὶ γίνεται τέτυχον τετυ- χόμην τετυχόμεθα τετύχεσθε τετύχοντο καὶ τροπῇ τοῦ χ εἰς κ τετύκοντο.

410. τὸ ὥκα ἐκ τοῦ ὠκέα ὥκα. τὸ δὲ ὠκέα ἐκ τοῦ ὠκύς. τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα καὶ τὸ οὐδέτερον ἀκύ ἄκεα ἄκα καὶ τροπῇ τοῦ α εἰς η ἦκα. ἐτράπη δὲ τὸ α εἰς ω, καὶ ὥσπερ ἀπὸ τοῦ φάρος, ὃ σημαίνει τὸ ἱμάτιον, γίνεται φαριαμός καὶ φωριαμός, οὕτω καὶ ἀπὸ τοῦ ἄκα τροπῇ τοῦ α εἰς ω ὥκα.

413. ἄψορρον] ὀπισθορμήτως. ἔστι δὲ μεσότητος ἐπίρρημα. γίνεται δὲ ἐκ τοῦ ἄψ τοῦ σημαίνοντος τὸ ὀπίσσω καὶ τοῦ ὄρω τὸ διεγείρω, πλεονασμῷ τοῦ ρ ποιητικῶς. τὸ δὲ ἄψ γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ εἰς τὸ ὀπίσω (οὐ μόνον γὰρ τὸ α σημαίνει τὸ ὁμοῦ)· καὶ πλεονασμῷ τοῦ ψ γίνεται ἄψ, καὶ ἐρύω αὐερύω τὸ εἰς τὸ ὀπίσω, πλεονασμῷ τοῦ υ, ὡς τὸ “αὐέρυσαν μὲν πρῶτα” (Il. Ι, 459). οἱ δὲ τὸ ἄψ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ· ὁ μέλλων ἕψω, ἔψ καὶ ἄψ.

479. ἐκ τοῦ σμερδνόν. τοῦτο ἐκ τοῦ μερίζω μεριδνὸν καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ σμερδνόν καὶ ἐξ αὐτοῦ σμερδναλέον καὶ ἀπο- βολῇ τοῦ ν σμερδαλέον. μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ καὶ οὐκ ἐῷ ἐν τῷ αὐτῷ μένειν.