Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

355. ἀμπεπαλών] μετοχή, ἀόριστος β. γίνεται δὲ ἐκ τοῦ ἀνα- πάλλω. οἱ δὲ Ἴωνες εἰώθασιν ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς ἀναδιπλασιάζειν, λάχωσι λελάχωσι, λάθῃ “λελάθῃ δʼ ὀδυνάων” (ΙΙ. 15, 60).

356. ἀσπίς παρὰ τὸ σπίζω, ὃ σημαίνει τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων σπίσω, σπίς, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀσπίς· ἡ μὴ εἰς ἔκτασιν μεμηκυμένη, ἀλλʼ εἰς περιφέρειαν κεκυκλωμένη.

357. ἔβριμος γίνεται παρὰ τὸ βρι ἐπίρρημα, τὸ μεγάλως καὶ ἰσχυρῶς, βρίμος, καὶ πλεονασμῷ τοῦ ο, ὄβριμος· ἐκ τοῦ βρίμος οὖν γίνεται βριμῶ καὶ ἐμβριμῶ, τὸ ἐπιτιμῶ.

359. λαπάρα· ἐκ τοῦ λαπάζω, τὸ κενῶ· τοῦτο ἐκ τοῦ λάπαθος ἡ βοτάνη· ἔστι δὲ κενωτικὴ τῆς γαστρός· τοῦτο ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ πάθος, ἡ τὸ πάθος ἀπελαύνουσα. λαπάρα δέ ἐστιν ὁ κενὸς τῶν ὀστέων τόπος ὁ ὑποκάτω τῶν πλευρῶν κείμενος.

διάμησε· ἐκ τοῦ διά καὶ τοῦ ἀμῶ τὸ θερίζω. γίνεται τὸ ἀμῶ ἐκ τοῦ ἄμη ἡ δρεπάνη.

360. ἀλεύατο] ἐξέφυγε. γίνεται οὖν ἐκ τοῦ ἀλῶ τὸ πλανῶ καὶ ἐκκλίνω. τοῦτο ἐκ τοῦ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ ὰ, ἀλῶ· οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται, καὶ ὧν βούλονται οὐ τυγχάνουσιν.

382

371. ἁπαλός, παρὰ τὸ ἀρὴ γίνεται ἄφαλός καὶ ἁπαλός, ὁ τῇ ἀφῇ εἴκων. τὸ δὲ ἀρή παρὰ τὸ ἄπτω, τὸ προσεγγίζω· ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα, ἡφὴ καὶ ἁφή.

372. τρυφαλείης] κανών ἐστιν ὁ λέγων, ὅτι ὁ δύο καὶ τρεῖς, μὴ μετὰ τοῦ δέκα ἀριθμοῦ συντιθέμενος, εἰς τὰ ἐπιρρήματα τὰ δίς καὶ τρίς μεταλαμβάνονται, οἷον διπρόσωπος, ὁ δύο πρόσωπα ἔχων, τρί- πους, ὁ τρεῖς πόδας. οὕτως οὖν καὶ τρυφάλεια ἡ τρεῖς φάλους ἔχουσα· τριφάλεια, καὶ κατὰ τροπὴν τρυφάλεια.

373. ἄσπετον] ἐκ τοῦ ἔπω τὸ λέγω. σπῶ, σπετός, καἰ μετὰ τοῦ στερητικοῦ ὰ, ἄσπετος, οἱονεὶ ὁ πολὺς καὶ μέγας καὶ μὴ δννάμενος λεχθῆναι.

385. ἐτίναξε] τὸ τινάσσω ἐκ τοῦ τιταίνω τὸ ἕλκω· τιτάνῳ, Αἰολικῶς τιτάνσω, καὶ ἐν ὑπερβιβασμῷ, τινάσσω· ἢ παρὰ τὸ ἴς ἡ δύναμις, ἰνός, ἰνάσσω καὶ τινάσσω.

409. εἰσόκε] ἐκ τῆς εἴς προθέσεως καὶ τοῦ ὅ ἄρθρου ἀναφορικοῦ καὶ τὺ κέν συνδέσμου. ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν. ἀπο- ροῦσι δέ τινες εἰ τὸ εἰσόκεν ἐν συνθέσει ἐστὶν ἢ ἐν παραθέσει· καὶ λέγομεν ὅτι ἐν παραθέσει. κανῶν γάρ ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ε λήγοντα χρονικὰ ἐπιρρήματα θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ, ἐνίοτε ἑκάστοτε ἄλλοτε, καὶ ὅτι οὐδέποτε κατʼ ἀρχὰς ὁ σύνδεσμος τίθεται. ἔνιοι δὲ λἔγουσιν ὅτι ἐν συνθέσει ἐστίν· οὐδέποτε γὰρ εὑρίσκεται ὁ ποιητὴς παραλαμβάνων τοῦτο τὸ ἐπίρρημα χωρίς τοῦ κέν συνδέσμου· “εἰσόκεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε” (Il. 7, 71). ἢ ὡς ἐνταῦθα. ἔστι δὶ εἰπεῖν ὅτι αἱ προθέσεις παρατιθέμεναι τοῖς ὀνόμασιν ἔννοιαν ἔχουσαι τοπικὴν, ποιοῦνται τὰς ὑποσχέσεις, οἷον οἴκου —ἐξ οἴκου, οἶκον—εἰς οἶκον. τὸν αὐτὸν τρόπον καὶ τὰ ἄρθρα τὰ σημαίνοντα τὴν ἀναφοράν. ἡ δὲ ἀναφορὰ ἐν τῷ χρόνῳ οὖσα καὶ λαβοῦσα τὴν παράθεσιν τῆς προθέσεως ποιεῖ σχέσιν χρονικὴν, οὗ- ἐξ οὖ, ᾧ—ἐν ᾧ. ὃν τρόπον τὸ ἐξ οἴκου, ὅτε ἀπὸ τῆς προθέσεως, οὐκέτι σχέσιν τοπικὴν σημαίνει, ὁμοίως καὶ τὸ εἰς οἰκον, τὸν αὐτὸν τρόπον καὶ τὸ εἰσόκεν· ἐὰν ἀποστῇ τὸ ἕτερον τοῦ ἑτέρου, ἐκστήσεται καὶ τὸ σημαινόμενον.

δοῦλος γίνεται παρὰ τὸ δύη ἡ κακοπάθεια· ἐξ αὐτοῦ παράγωγον ὄνομα δῦλος, καὶ πλεονασμῷ τοῦ ὸ, δοῦλος· ὁ ἐν τῷ δουλεύειν κακοπαθῶν.

[*](5. *τὰ] τοῦ 20. *κατʼ ἀρχὰς ὁ] ὁ κατʼ ἀρχὰς)