Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

76. στρατὸς παρὰ τὸ στερρῶς ἄττειν. ἢ παρὰ τὸ στρέφω, ἔστραμ- μαι, στραπτός, ὡς γέγραπται γραπτός, καὶ ἀποβολῇ τοῦ π, στρατός. ἢ παρὰ τὸ στερρῶς ἵστασθαι, στρατὸς ὁ συνεστραμμένος καὶ συνδε- δεμένος ὄχλος.

137. μίτρης] ἐκ τοῦ μίτος, ἡ διὰ μίτου ὑφαινομένη.

177. τύμβος, παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα.

186. ὑπένερθε· ἐκ τῆς ὑπό προθέσεως καὶ τοῦ ἔνερθεν ἐπίρρημα τοπικόν. τὸ δὲ ἔνερθεν ἐκ τοῦ ἔνερος, ὃ σημαίνει τὸν νεκρὸν, ὡς τὸ “ἄναξ ἐνέρων Ἀϊδωνεύς” (Il. 20, 61). ἐξ αὐτοῦ ἐνερόθεν καὶ ἔνερθεν.

251. οὐλαμὸς ἡ συνεστραμμένη τάξις. γίνεται παρὰ τὸ εἰλῶ, ὅθεν καὶ τὰς τρίχας οὔλας φαμέν. ἢ παρὰ τὸ ὀλῶ τὸ συστρέφω.

276. ζέφυρος ἀνομάσθη διὰ τὸ πνέειν ἀπὸ ζόφου· τουτέστι τῆς δύσεως· οἱ γὰρ ἀρχαῖοι τὴν δύσιν ζόφον ἐκάλουν.

287. ἀνώγετον] ἐκ τοῦ ἀνώγω. τοῦτο ἐκ τοῦ ἀνάγω, τοῦτο ἐκ τοῦ ἄναξ, οὗ ὁ μέλλων ἀνάξω, ὁ μέσος παρακείμενος ἄνηγα· καὶ ὥσπερ ἐκ τοῦ πέπληγμαι παρακειμένου ἐγένετο ῥῆμα πεπλήγω, οὕτως καὶ ἀπὸ τοῦ ἄνηγα μέσου παρακειμένου γίνεται ἀνήγω, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, ἀνώγω· τοῖς γὰρ ἀνάσσουσι καὶ ἄρχουσι πέφυκε τὸ κελεύειν. ἔχει δὲ καὶ μέλλοντα ἀνώξω, ὡς τὸ “πληθὺν δὲ ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι” (Il. 15, 295).

396. πότμος] γίνεται παρὰ τὸ πέτω ποτῶ, ἐξ αὐτοῦ πότος, καὶ πλεονασμῷ τοῦ μ πότμος. σημαίνει δὲ τρία, τὸν θάνατον καὶ τὴν ἐσχάτην σύμπτωσιν τοῦ βίου, ἀπὸ τοῦ πεσεῖν· ἐπὶ δὲ τῆς τύχης παρὰ τὸ μεταπίπτειν, ἡ ὑπὸ τὴν πρώτην γένεσιν τοῦ βρέφους ἀπὸ τοῦ πεσεῖν ἐπιμεριζομένη τύχη. γίνεται γὰρ παρὰ τὸ πτῶ, ὅπερ ἐστὶ κατὰ συγκοπὴν τοῦ πίπτω, εἰς μος ὄνομα πτμός, καὶ πλεονασμῷ τοῦ ὁ διὰ τὴν ἀσυνταξίαν τοῦ πτμ πότμος, ὁ ποιῶν πεσεῖν εἰς γῆν. ἐπὶ δὲ τῆς τύχης παρὰ τὴν μετάπτωσιν· ὅθεν καὶ Μένανδρός φησι· “τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.”

[*](2 et 4. στερρῶς—στερρῶς] στε- ap. Cramerum vol. Ι P. 333, ρῶς— στερεῶς. Correxi ex Etym. 22-32. Gud. p. 513, 18. 25 et 30. τύχης Epim.] ψυχῆς 23—31. Ἐx Epim. Homericis 29. πτμ Epim.] πτμ)
384

434. ἀμέλγω γίνεται παρὰ τὸ ἄμα καὶ τὸ ἕλκω, ἁμαέλκω, καὶ συγκοπῇ ἁμέλκω, καὶ τροπῇ τοῦ k εἰς γ, ἀμέλγω· ἅμα γὰρ τῷ τὸν μαστὸν λαβεῖν τὸ γάλα ἐξέρχεται.

513. μάρναται] μάχεται· γίνεται οὖν ἐκ τοῦ μάρνημι· τοῦτο ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω. ὁ μέλλων μαρανῶ, καὶ συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι.